no image
DDbDP-text
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ιη ἔτους Ἐπεὶφ κη. ὅρκος ὃν ὤμοσεν καὶ ἐχειρογράφησενἐχιρογράφησεν Σεμθεὺς Τε ῶτος Ἡρακλεοπολίτης τῶν ἐπέργων ὃς καὶ Ἡρακλεόδωρος καλεῖται ὀμνύω βασιλέαβασιλήα Πτολεμαῖον τὸν ἐκ βασιλέωςβασιλήως Πτολεμαίου καὶ βασιλισσαν Βερείκην καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Εὐεργέτας τοὺςτὸς τούτων γονέαςγονεις καὶ τὴν Εἶσιν καὶ τὸν Σάραπιν καὶ τοὺς ἄλλους ἐγχωρίους θεοὺς πάντας καὶ θεὰς πάσας ἦ μὴν πραγματεύσασθαι ὑπὸ Κλίταρχον τὸν παρὰ Ἀσκληπιάδου τοῦ τραπεζίτουτραπεζείτου ἐπὶ τοῦ ἐνἐμ Φεβίχι τοῦ Κωίτου λογευτηρίου καὶ ἀνοίσειν τὰ πίπτοντα πάντα εἰς τὸ βασιλικὸν ὀρθῶς καὶ δικαίως καὶ ὃν ἂν παρα λαμβανω χαλκὸν παρὰ Κλιτάρχου χωρὶς οὗ ἂν ἐκδέξωμαι καὶ ἀποκαταστήσειν ἐπὶ τὴν ἐν Ἡ ρακλήους πόλει τράπεζαν ἐὰνἐὰμ μή τι ἀνήλωμα ἐπισταλῇ ὃ ἂν ἀνηλώσω ἐπὶ τῶν τόπων δώσειν τε τὸν λόγον τῶν πιπτόντων πάντων Κλιτάρχωι τοῦ τε λήμματος καὶ ἀνηλώματος καὶ τὰ σύμβολα ὃν ἂν ἀνηλώσω. ἐὰν δὲ προσοφιλήσω πρὸς τὸν χειρισμὸνχιριζμὸν τάξομαι ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἐν ἡμέραις ε καὶ ἡ πρᾶξις ἔστω ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων πάντων καὶ μηθὲν ἐξαλλοτριώσειν τῶν ὑπαρχόντων ἐμῶν ἢ τὸ συνάλλαγμα κατʼ ἐ μοῦ υπαρσι ἔσεσθαί τε ἐμφανῆ Κλιτάρχωι καὶ τοῖς παρʼ αὐτοῦ ἔξω ἱεροῦ καὶ βωμοῦ καὶ τεμένους καὶ πάσης σκέπης εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ ἔνοχον εἶναι τῆι ἀσεβείᾳἀσεβήαιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.