no image
DDbDP-text
Deed of Surety via HGV-meta
Linked by Trismegistos ID
TM 37939.
Each record below describes this same ancient text from a different angle.
ἕτερον τόπον ἀλλὰ καὶ ἐπιζητούμενον αὐτὸν πρὸς ἐμὲ παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳδήποτε ἡμέρᾳ οἱασδήποτε ἕνεκεν προφάσεως τοῦτον παραφέρω καὶ παραδώσω δίχα παντὸς τόπου προσφυγῆς καὶ λόγου ἔνθα αὐτὸν καὶ παρείληφα ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου· εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι· κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Θεόδωρος ἀρχισύμμαχος υἱὸς Σερήνου ὁ προ γεγραμμένος πεποίημαι ταύτην τὴν ἐγγύην κατὰ τὴν ἀνωτέρω διήγησιν ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.