no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8990.
Each record below describes this same ancient text from a different angle.
Τιβερίωι Κλαυδίωι Ἀρείωι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Ταβοῦτος τῆς Τεσήους τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς αὐτῆς μερίδος μετὰ κυρίου τοῦ υἱοῦ Στοτο ήτιος τοῦ Ἀπύγχεος. πολλῆς μοι ἀμφισβη τήσεως οὔσης πρὸς τὸν ὁμοπάτριον καὶ ὁμομήτριόν μου ἀδελφὸν ΣαταβοῦταΣαταβοὺςΣαταβοὺς ἐνχρηζούσης τῆς τοῦ κρατίστου ἡγεμόνος Πομπηίου Πλάντα μισοπονηρίας περὶ πᾶ σαν αὐτοῦ τὴν δικαιοδοσίαν, περὶ ἧς ἐνεχείρησεἐνεχίρισε συνπαραλαβὼν ἑαυτῶι τὸν τοῦ ἑτέρου μου ἀδελφοῦ Ἐριέως, ὃς τετελεύτηκε, υἱὸν Ἁρπαγάθην ῥᾳδιουργίαςῥαδουργίας πάντων τῶν ἐπʼ ὀνόματος τῆς μητρός μου ε ουςΤεσή ους ἣ τετελεύτηκεν εἰς αὐτοὺς ὑπαρχόντων ἀξιῶἀξιῶι κατα χωρισθέντος παρὰ σοὶσοῦσῦ τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον διʼ ἑνὸς τῶν περί σε ὑπηρετῶν μεταδοθῆναι τῶι Σαταβοῦτι, ὅπως εἰδῇ παρέσεσθαιπαρέσεσται αὐτὸν σὺν τῶι Ἁρπαγάθῃ, οὗ ἐὰν ὁ κράτιστος ἡγεμὼν Πομπήιος Πλάντας τὸν τοῦ νομοῦ διαλογισμὸν ποιῆται πρὸς τὸ τυχεῖντυχῖν με τῆς ἀπὸ σοῦτοῦ βοηθείας. εὐτύχει. μετεδόθη διὰ Ἀμμωνίου τοῦ Ἀμμωνίου ὑπηρέτου. ἔτους β Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαμενὼθ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.