no image
DDbDP-text
Summons to appear in Court via HGV-meta
Linked by Trismegistos ID
TM 22239.
Each record below describes this same ancient text from a different angle.
Ἀπίωνι στρατηγῷ παρὰ Σαμβοῦτος τῆς Ἀμόιτος μετὰ κυρίου Σαρᾶτος Πεσού ριος ἀπʼ Ὀξυρύγχων πόλεως. τῶν ἐνεστώτων μοι πρὸς Ἀπίωνα Δημητρίου καὶ ΔιονύσινΔιονυσις Διονυσίου μητρὸς Δημητρίας ἀπὸ τῆς αὐτῆς πόλεως, περὶ ὧν βιαίως ἐπι κρατοῦσι τοῦ ἀνεψιοῦ μου Δημητρίου τοῦ καὶ Διογένους ὑπαρχόντων ἀξίων ὄντων ταλάντων δέκα , ὧν μέρος μοι ἐπιβάλλει ἀπὸ δικαίου τῆς προκατακειμένης τοῦ πάπ που μου Δημητρίου Διονυσίου διὰ δημοσίου διαθήκης, ἔτι δὲ καὶ πρὸς τὸν ἕτερον αὐτῶν Ἀπίωνα περὶ ὁ͂υ ὀφείλειὀφείλη τῇ μετηλλαχυΐῃ μου μητρὶ Ἀρσινόῃ διὰ τῆς τοῦ αὐτοῦ πάππου μου διαθήκης ἀργυ ρίου ταλάντου ἑνός , πάντων δεομένων τῆς τοῦ κρατίστου ἡγεμόνος Οὐϊβίου Μαξίμου διαγνώσεωςδιαγνώσειως, ἀξιῶ συντά ξαι τντι σὲ ὑπηρετῶνὑπηρητῶν μετα δοθῆναι ἑκατέρῳἑκατέρου αὐτῶν τούτου ἀντίγραφον, ἵνʼ ἔ χοντεςἔχοντος ἔνγραπτον παραν γελίαν παραγένωνται ὅπου ἐὰν ὁ νομὸς διαλογίζηται ἢ δικαιοδοτῆται, καὶ προσ καρτερήσωσι τῷ τοῦ αὐτοῦ ἡγεμόνος βήματι ἄχρι οὗ ἐκβιβασθῇ ἃ ἔχω πρὸς αὐτούς. τῶν γὰρ ὑπόντων μοι δικαίων ἀντέχομαι. ἔτους η αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ δ Σεβαστῇ διαστολικὸν ΣαμβοῦτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.