no image
DDbDP-text
Two Epicrisis - returns via HGV-meta
Linked by Trismegistos ID
TM 21853.
Each record below describes this same ancient text from a different angle.
Ἀγαθῷ Δαίμονι στρατηγῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ καὶ οἷς ἄλλοις καθήκει παρὰ Διοδώρου Πλουτίωνος τοῦ Διοδώρου μητρὸς Τατρείφιος Ἀμόιτος ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβεβηκότων εἰς τρεισκαιδεκαετεῖς εἰ ἐξ ἀμφοτέρων γονέων μητροπολιτῶν δωδεκαδραχμῶν εἰσίν, ἐτάγη ἐπʼ ἀμφόδου Κρητικοῦ ὁ τῶν ὁμοπατρίων μου ἀδελφῶν Σαραπίωνος καὶ Τνεφερσόιτος μητρὸς Δωγύμεως υἱὸς Σαραπίων προσβεβηκὼς εἰς τρεισκαιδεκαετεῖς τῷ διελθόντι ια ἔτει Τραιανοῦ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ εἶναι αὐτὸν δωδεκάδραχμον, καὶ τὸν τούτου πατέρα ἐμοῦ δὲ ὁμοπά τριον ἀδελφὸν Σαραπίωνα τετελευτηκέναι τὸ πρὶν ὄντα δωδεκάδραχμον διʼ ὁμολόγου λαογραφίας η ἔτους Ἁδριανοῦ ἀμφόδου Παμμένους Παραδείσου, καὶ τὸν πατέρα τῶν ὁμο πατρίων μου ἀδελφῶν τοῦ δὲ ἀφήλικος πάππον Πλουτίωνα Διοδώρου τετελευτηκέναι τὸ πρὶν ὄντα δωδεκάδραχμον, ὃν καὶ θ ἔτει Δομιτιανοῦ Ἀγαθῷ Δαίμονι στρατηγῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ καὶ οἷς ἄλλοις καθήκει παρὰ Διοδώρου Πλουτίωνος τοῦ Διοδώρου μητρὸς Τατρείφιος Ἀμόιτος ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντωνπροσβεβηκότων εἰς τοὺς ἐκ τοῦ γυμνασίου εἰἠ ἐκ τοῦ γένους τούτου εἰσίν, ἐτάγη ἐπʼ ἀμφόδου Κρητικοῦ ὁ τῶν ὁ μοπατρίων μου ἀδελφῶν Σαραπίωνος καὶ Τνεφερσόιτος ἀμφοτέρων μητρὸς Δωγύμεως υἱὸς Σαραπίων προσβεβηκὼς εἰς τρεισκαιδεκατεῖς τῷ διελθόντι ια ἔτει Τραιανοῦ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ κατὰ τὴν γενομένην τῷ ε ἔτει θεοῦ Οὐεσπασιανοῦ ὑπὸ Σουτωρίου Σωσιβίου στρατηγήσαντος καὶ Νικάνδρου γενομένου βασιλικοῦ γραμματέως καὶ ὧν ἄλλων καθήκει τῶν ἐκ τοῦ γυμνασίου ἐπίκρισιν ἐπικεκρίσθαι τὸν πατέρα ἡμῶν τοῦ δὲ ἀφήλικος πάππον Πλουτίωνα ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου ἀκολούθως αἷςοἷς ὁ πατὴρ αὐτοῦ ἐν ὑπερετέσιν ἐπήνεγκεν ἀποδείξεσιν ὡς καὶ ὁ αὑτοῦ πατὴρ Πτολεμαῖος Ἀμμωνίου Πκαῆτός ἐστιν ἐν τῇ τοῦ λδ ἔτους θεοῦ Καίσαρος γραφῇ αι, τετελευτηκέναι τὸ πρίν, καὶ τὸν τοῦ ἀφήλικος πατέρα ἐμοῦ δὲ ὁμοπάτριον ἀδελφὸν Σαραπίωνα ὁμοίως ἐπικεκρίσθαι τῷ γ ἔτει θεοῦ Τραιανοῦ ὑπὸ ΔῖονΔιονυσίου στρατηγήσαντος καὶ ὧν ἄλλων καθήκει ἐπὶ τοῦ προκειμένου ἀμφόδου Δρόμου Γυμνασίου,Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.