no image
DDbDP-text
Petition to an Acting - Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 20361.
Each record below describes this same ancient text from a different angle.
Ἑρμοδώρωι βασιλικῷ γραμματεῖ διαδεχομένωι καὶ τὴν στρατηγίαν παρὰ Διδύμου Διονυσίου τοῦ καὶ Φατρέως ἀπʼ Ὀξυρύγχων πόλεως. ἡ μήτηρ μου Ματρεῖνα Ἡρακλήου τοῦ καὶ Ματρέου οὖσά μου ἐπίτρο πος καὶ πολλά με ἀδικοῦσα ἔτι καὶ πλανήσασά με ἐποίησεν εἰς Ὄασιν καταβῆναι καὶ γράψασθαι Διοσκόρῳ ἀνδρὶ ἀπελευθέρας αὐτῆς ὄντι ἰδίωι αὐτῆς αδοτ ἀργυρίου ταλάντου ἑνὸς ἡμίσουςἡμισου καὶ ὑποθέσθαι ὅσα ἔχω ἐν τῇ Ὀάσει κτήματα λαβόντα τοῦ Διοσκόρου γράμματα ἀπερισπάστου. ἀναβάν τα δέ με εἰς τὸν Ὀξυρυγχείτην μετὰ καὶ τοῦ Διοσκόρου ἐνήδρευ σεν ἄχρι ἂν αἰτήσῃ με τὴν ἀπερί σπαστον καὶ ταύτης ἐνκρατὴς γενομένη καὶ συνειδυῖα ἑαυτῆι πολλὰ τῶν ἐμῶν ἀνηρπακυίηι οὐ πρότερον ὁμολογεῖν θέλει αἰτοῦσά με ἀντὶ ταύτης ἀποχὴν τῆς ἐπιτροπῆς, οἰομένη ἐκ τού του δύνασθαι ἐκφυγεῖν ἃ διέπρα ξεν· καίτοι Φιλονίκου τοῦ στρατηγοῦ καθʼ ὑπομνηματισμοὺς κρί ναντοςκρείναντος ἕτερόν μου ἐπίτροπον κατασταθῆναι, οὐ πιστεύοντος οὔτε αὐτῇ οὐδὲ τῆι ἡλικίᾳ μου. χωρὶς δὲ τούτων οὐδὲ ὀψώ νιόν μοι ἐχορήγησεν ἔτι πρὸ μη νῶν τριῶν , ἐκ παντὸς θλίβου σάθλείβουσά με εἰς τὸ μὴ δύνασθαι κατʼ αὐ τῆς προελθεῖν. ὧν πάντων χά ριν ἀναγκαίως ἐπιδιδοὺς τὸ ἀναφόριον ἀξιῶ ἔχειν ἐν κατα χωρισμῷ καὶ διαλαβεῖν ὡς ἐάν σοι δόξῃ. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι κθ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.