no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9141.
Each record below describes this same ancient text from a different angle.
Καλπουρνιανῶι δικαιοδότηι παρὰ Γαίου Ἰουλίου Ἀγριππίνου στρατιώτου λεγεῶνος β Τραϊανῆς Ἰσχυρᾶς ἑκατονταρχείας ΠουβλικίουΣουλπικίουΣουπλικίου Σευήρου υτης νυ οὗ ἐπιδέδωκα τῷ κρατίστῳ ἡγεμόνι βιβλιδίουβιβλειδίου καὶ τῆς ὑπʼ αὐτοῦαὐτο͂ γενομένης ὑπογραφῆς ἀντίγραφον ὑποτάξας δέομαι, ἐάν σου τῇ τύχῃ δόξῃ πρὸς τὸν ἀντίδικον Ἰούλιον Σατορνῖνον ἀκοῦσαί μου ἀναπομπὴν καὶ τὴν συν μενες παρʼ αὐτῷ οὖσαν. διευτύχει ε. Λουκίωι Οὐαλερίωι Πρόκλωι ἐπάρχωι Αἰγύπτου παρὰ Γαίου Ἰουλίου Ἀγριππίνου στρατιώτου λεγεῶνος β Τραϊανῆς Ἰσχυρᾶς ἑκατονταρχείας Σουλπικίου Σευήρου. περιγραφείς, κύριε πρὸς τῆς Ἰουλίου Σατουρνείνου ἀνεψιοῦ μου ἐντυγχάνω σοι μὲν κληρονόμος τοῦ πατρός μου Ἰουλίου Ἀγριππινιανοῦ. κακοπραγμόνως ὁ Σατορνεῖνος ἐποίησεν πρός με κατάστασιν ἐπὶ Κλαυδίου Νεοκύδους γενομένου δικαιοδότου, ἀπαιτῶν με ἣν ἔλεγεν δεδωκέναι τῷ πατρί μου παραθήκην, ἐπενέγκας μου χειρόγραφον ν χρυσίου μναϊαίων ὀκτώ , ὅπὲρ ἠνάγκασένἀνάγκασέν με γράψαι βίᾳ ἄκον τα, τυγχάνω γὰρ γεγραφὼς τοῦτο ἔτι ἐντὸς ὢν τοῦ Λαιτωρίου νό μου, ἔτι δὲ καὶ ἐξισχύσας μεταξὺ ἐκ παραλογισμοῦ ἐπιστολὴν τοῦ κρατίστου δικαιοδότου Καλπουρνιανοῦ τῷ τοῦ Ἀρσινοίτου στρα τηγῷ, ὅπως ἐνβιβασθῇ εἰς τὰ ὑπάρχοντά μοι, ὄντα ἐν συντι μήσει ταλάντων δέκα καὶ πρός, χάριν τῶν προκειμένων τοῦ χρυσίου μναϊαίων ὀκτώ , διαπεμψάμενος ὁ Σατορνεῖνος τὴν ἐπιστολὴν διὰ δύο στρατιωτῶν τοῦ κρατίστου δικαιοδότου. ἔτους ι Φαρμοῦθι β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.