no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22326.
Each record below describes this same ancient text from a different angle.
ἐπὶ τῆς τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ δ ὑπατείαςὑπατίας. Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς τῆς λαμπροτάτης Ἀντινόου πόλεως μετὰ συμβεβαιωτοῦ πιστικελευστοῦπιστεικελευστοῦ τοῦ καὶ ἐγγυωμένου τὴν πρᾶ σιν καὶ συμβεβαιοῦντος τὰς ἐγγεγραμμένας διαστολὰς Αὐρηλίου Ἑρμαπόλλωνος τοῦ καὶ Διοσκόρου Διδύμου Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Φρουρίου ἀπηλιώτου ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἀνῄρημαιἀνείρημαι παρὰ Αὐρηλίας Κυριλλοῦτος Ἱέρακος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως ἀναγραφομένης ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἑρμείου τοῦ καὶ Κρονίου ἐξηγητεύσαντος εὐθηνιάρχου βουλευτοῦ ἀποδεδειγμένουἀποδεδιγμένου γυμνασιάρχου τῆς αὐτῆς Ἑρμοῦ πόλεως ὑπὲρ τιμῆς ἧς ἀπεδόμην αὐτῇ κτητικῆς δούλης ὀνόματι Στεφάνης ἐπικεκλημένης Στεφανοῦτος ἢ καὶ τίνι ὀνόματι καλεῖται ἢ κληθήσεται, γένει Κρητικῆς, ὡς ἐτῶν κ εὐθυρίνου οὐλὴν ἐχούσης ἀνωτέρω ἀστρα γάλου δεξιοῦ ποδός, ἥνπερ αὐτῇ παρέδωκα ταύτην τοιαύτην ἀναπόρριφονἀναπόριφον ἐκτὸς οὖσαν ἱερᾶς νόσου καὶ ἐπαφῆς ἀκολούθως τῇ ἀνενε χθησομένῃ διὰ τοῦ ἐν Ἑρμοῦ πόλει γραφείου ὁμολογίᾳ τῆς πράσεως ἀργυρίου καινοῦ Σεβαστῶν νομίσματος τάλαντα δέκα πέντε γίνονται ἀργυρίου τάλαντα ιε ἐκ πλήρους καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ι Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους θ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων καὶ ἔτους β Φλαυίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοκῦ Ἐπιφανεστάτων Καισάρων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Θῶυθ ιγ. Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς πέπρακα τὴν προκειμένην δούλην ὀνόματι Στεφάνην καὶ ἀπέσχοντα τῆς τιμῆς ἀργυρίου νομίσματος τάλαντα δέκα πέντε ἐκ πλήρους ὡς πρόκειται. Αὐρήλιος Ἑρμαπόλλων ὁ καὶ Διόσκορος Διδύμου ἐγγυῶμαι καὶ συνβεβαιῶ καὶ ἐπερωτηθεὶς ὡμο λόγησαὁμολογ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.