no image
DDbDP-text
Apographe über eine Hypothek via HGV-meta
Linked by Trismegistos ID
TM 22328.
Each record below describes this same ancient text from a different angle.
βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμοπολείτου παρὰ Αὐρηλίου Τιθοητίωνος τοῦ καὶ Σαραπάμμωνος Ἑρμείνου Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου φρουρίου λιβός. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς δ ἔτος Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μετʼ εὐδοκήσεως Αὐρηλίας Κολλαύχιος Θαήσιος Κολλ ούχιος ἀπὸ κώμης Μοιρῶν τοῦ Κουσσίτου ἄνω μετὰ κυρίου Αὐρηλίου Σαρᾶ Ὡρείτου τοῦ αἰτηθέντος ὑπʼ αὐτῆς καὶ ἐπιτραπέντος ὑπὸ Αὐρηλίου Κάστορος τοῦ καὶ Θαυμαστοῦ ἐνάρ χου ἐξηγητοῦ βουλευτοῦ τῆς αὐτῆς Ἑρμοῦ πόλεως δίκαιον ὧν ὑπήλλαξέν μοι κατὰ διαγραφὴν ἐπὶ τοῦ αὐτοῦ δ ἔτους καὶ μηνὸςτοῦ κυρίου περὶ τὴν αὐτὴν Μοιρῶν ἐκ τοῦ Διονυσίου καὶ ΔιοκλέουςΔιοκλέου κλήρων κατοικικῶν ἀρουρῶν τριῶν οὐσῶν ἐν δυσὶ κοίταις, ὧν μιᾶς κοίτης ἄρουραι δύο , δευτέρας κοίτης ἄρουρα μία πρὸς ἃς ὀφείλει μοι κατὰ τὴν αὐτὴν διαγραφὴν κεφαλαίουκαιφαλαίου καὶ τόκου δραχμιαίου δραχμὰς ὀκτα κοσίας τεσσαράκοντατεσσεράκοντα εἰς ἀπόδοσιν Θῶθ τοῦ εἰσιόντοςἰσιόντος ε ἔτους ἐφʼ οἷς ἄλλοις ἡ διαγραφή ἐσ τιν, ἧς τὸ ἀντίγραφον ἐν ἐκτάκτῳ ὑμῖνὑμεῖν ἐπήνεγκα. διʼ ὃ ἀναφέρω καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁδριανοῦ ιθ. Αὐρήλιος Τιθοητίων ὁ καὶ Σαραπάμμων ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρηλία Κολλαῦχις Θαήσιος εὐδοκῶεὐδοκως. Αὐρήλιος Σαρᾶς Ὡρίτου ὁ ἐπι τραπεὶς ἐπιγέγραμμαι αὐτῆς κύροςκύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίηςἰδυίης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.