no image
DDbDP-text
Richiesta per cancellazione dal ruolo dei debitori di tasse via HGV-meta
Linked by Trismegistos ID
TM 19356.
Each record below describes this same ancient text from a different angle.
βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Δημητρίου Πεχβοοῦτος Ψόϊτος ἀπὸ κώμης ων. ἐπεὶἐπὶ τῶι ἐνεστῶτι ια ἔτει ὁ ἀδελφός μου ας ἐκ τῶν αὐτῶν γονέων ἐτελεύτησεν τετε λεκὼς πάντα τὰ ὑπὲρ αὑτοῦ δημόσια, ἀξιῶ αὐ τὸν περιελεῖν ἐκ τῶν δημοσίων λόγων, ὡς καθήκει καὶ ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα Εὐσεβῶν Σεβαστῶν τύχην οὕτως ἔχειν, καὶ μηδὲν διεψεῦσθαι. ἔτους ια Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Μεσορὴ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.