no image
DDbDP-text
Notification of Death via HGV-meta
Linked by Trismegistos ID
TM 21319.
Each record below describes this same ancient text from a different angle.
Σερήνῳ γραμματεῖ πόλεως παρὰ Θέωνος Ὡρίωνος τοῦ Θέωνος μητρὸς Ταπονθεῦ τος ἀπʼ Ὀξυρύγχων πόλεως. ὁ ὁμογνήσιός μου ἀδελφὸς Εὐδαίμων τῷ ἐνεστῶ τι ι ἔτει Φαῶφι ἐτελεύ τησεν, ἀναγραφόμενος ἐπʼ ἀμφόδου Τεμγενού θεως. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα, ἀξιῶν αὐτὸν ἀναγραφῆναι ἐν τῇ τῶν ὁμοίων τά ξει ὡς καθήκει, καὶ ὀμνύω τὴν Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα ΚαίσαροςΚαισάρων τῶν κυρίων τύχην μὴ ἐψεῦσθαι. ἔτους ι Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.