no image
DDbDP-text
Notification of Death via HGV-meta
Linked by Trismegistos ID
TM 20326.
Each record below describes this same ancient text from a different angle.
πε Σερήνῳ ἀμφοδογραμματεῖ α φυλῆς β περιόδου. παρὰ Διογένους Παποντῶτος τοῦ Σπαρτᾶ μητρὸς Τερεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως. ὁ ἐμοῦ καὶ τῆς ὁμοπατρίας μου ἀδελφῆς Θαήσιος δοῦλος Ἱστόρη τος ὑπερετὴς ἄτεχνος ἀναγραφό μενος ἐπʼ ἀμφόδου Παμμένους Παραδείσου ἐτελεύτησε τῷ διελθόντι ἔτει. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ἀξιῶν αὐτὸν ἀναγραφῆναι ἐν τῇ τῶν ὁμοίων τάξει, καὶ ὀμνύω τὴν τοῦ κυρίου Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου τύχην μὴ ἐψεῦσθαι. ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Ἁδριανοῦ κ. Διογένης Παποντῶτος ἐπιδέδωκα καὶ ὀμώ μοκαὀμώμεκα τὸν ὅρκον. Σερῆνος ἀμφοδογραμματεὺς ἔσχον τού του τὸ ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.