no image
DDbDP-text
Notification of Death via HGV-meta
Linked by Trismegistos ID
TM 12902.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίδῃ καὶ Διδύμῳ γραμματεῦσι μητροπόλεως παρὰ Καπίτωνος συντρόφου ἀπε λευθέρου Πτολέμας μητρὸς Τασου χαρίου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ἀπολλω νίου Ἱερακείου. ὁ ὁμομήτριός μου ἀδελφὸς Ἁρποκρᾶς Ἁρποκρᾶ τοῦ Ἁρποκρατίωνος μητρὸς Τασουχαρίου τελῶν τὰ ἐπι κεφάλαια ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ἀπολλωνίου Ἱερακίου ἐτελεύτησε τῷ διεληλυθότι μηνὶ Φαρμοῦθι τοῦ ἐνεστῶτος κα ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. διὸ ἐπιδίδωμι ὅπως ταγῇ αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει. κατεχωρίσθη γραμματεῦσι μητροπόλεως περὶ τελευτῆς Ἁρποκρᾶ, ἔτους κα Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ λSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.