no image
DDbDP-text
Receipt for a nurse's wages. via APIS-papyrus
Linked by Trismegistos ID
TM 28423.
Each record below describes this same ancient text from a different angle.
ἀπέχειν παρʼ αὐτοῦ Ἰσιδώρου ἀργυρίου δραχμὰς πεντακοσίας τὰς λοιπὰς τροφείων καὶ ἐλαίων καὶ ἄλλων δαπανη μάτων συμπάντων ἐτῶν τριῶν ὧν ἐγαλακτοτρόφη σεν καὶ ἐτιθήνησεν ἡ τῆς Θενκήβκεως δούλη Σαραπι ὰς τὸ γεγονὸς τῷ Ἰσιδώρῳ ἐκ τῆς ὑπαρξάΣης αὐτῷ δού λης ἀρσενικὸν ἔγγονον Εὐδαίμονα ἐπικε κλημένον Μυμον ὃν καὶ αὐτόθεν παρέλαβεν τὰ λοιπὰ φοντα καὶ προαπεσχηκέναι τὴν Θενκῆβκιν ης γαλακτοτροφίαςγαλακτοτροφείας καὶ τιθηνήσε ως μέρος διὰ χειρὸς ἀγράφως, καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὴν Θενκῆβκιν μὴτε τοὺς παρʼ αὐτῆς περὶ ὧν ἀπέσχεν καὶ προαπέσχεν ὡς πρόκειται ὀψω νίων ὑπὲρ ἐγγόνου Εὐδαίμονος ἐπικεκλημένου Μυ α μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενὶ, καταβεβλημένου τοῦ ὑπὲρ ἐπιστάλματος ὡρισμένου Θενκῆβκις Κρονίωνος τοῦ καὶ Σαραπάμ μωνος μετὰ κυρίου τοῦ ἀνδρὸς Μαρσισούχου τοῦ Μάρωνος ἀπέσχηκα παρὰ τοῦ Ἰσιδώρου τὰς δραχμὰς λοιπὰς τρο φείων ὑπὲρ οὗ ἐγαλακτοτρόφησεν ἡ δούλη μου Σαραπιὰς Ἰσιδώρου ἐγγόνου Εὐδαίμονος ἐπικεκλημένου Μυ καὶ οὐδὲν ἐνκαλῶ περὶ τούτων οὐδὲ περὶ τῶν ἔμπροσθεν ὡς πρόκειται. Μαρσισοῦχος ἔγραψα καὶ ὑπὲρ τῆς γυναικός μου ἀγραμμάτου οὔσης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.