no image
DDbDP-text
Receipt of Wages for Nursing via HGV-meta
Linked by Trismegistos ID
TM 20750.
Each record below describes this same ancient text from a different angle.
Χωσίων Σαραπίωνος τοῦ Ἁρποκρα τίωνος μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγ χων πόλεως Τανεντήρει Θώνιος τοῦ Θώνιος μητρὸς Ζωιλοῦτος ἀπὸ τῆς αὐ τῆς πόλεως, μετὰ κυρίου Δημητρίου Ὡρί ωνος μητρὸς Ἀρσινόης ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι παρὰ σοῦ διὰ Ἡλιοδώρου καὶ τῶν σὺν αὐ τῷ ἐπιτηρητῶν τῆς ἐπὶ τοῦ πρὸς Ὀξυ ρύγχων πόλει Σαραπείου τραπέζης, ἧς ὑπόσχεσις ἐδόθη ὑπὸ Ἐπιμάχου, ἀργυρίου σεβαστοῦ νομίσματος δρα χμὰς τετρακοσίας , οὔσας ὑπὲρ τρο φείων καὶ ἐλαίου καὶ ἱματισμοῦ καὶ τῆς ἄλλης δαπάνης πάσης ἐτῶν δύο ὧν ἐτρόφευσεν ἡ δούλη μου Σαραπιὰς τὴν θυγατέρα σου Ἑλήνην χρηματί ζουσαν ἐκ σοῦἐξοῦ, ἣν καὶ παρείληφας ἀπο γεγαλακτισμένην καὶ τετευχυῖαν πάσης ἐπιμελείας, καὶ μηδέν σοι ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι μήτε περὶ τούτων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας. κυρία ἡ ἀποχή. ἔτους κη Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ, Φαῶφι ιε. Χωσίων Σαραπίωνος ἀπέσχον τὰς τῶν τροφείων δραχμὰς τετρακοσίας καὶ οὐδὲν ἐνκα λῶ ὡς πρόκειται. Τανεντῆρις Θώνιος μετὰ κυρίου Δημη τρίου Ὡρίωνος εὐδοκῶ καὶ παρείληφα τὴν θυγατέρα ὡς πρόκιται. Πλουτίων Ἑρμοῦ ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.