no image
DDbDP-text
Novation eines Ammenvertrages via HGV-meta
Linked by Trismegistos ID
TM 18130.
Each record below describes this same ancient text from a different angle.
Τρύφων Διονυσίου, γέρδιος, Πέρσης τῆς ἐπιγονῆς, Σαραεῦτι Ἀπίωνος μετὰ κυρίου τοῦ Σαραπίωνος χαίρειν. ἐξέδοτό σοι ἡ γυνή μου Δημητροῦς τὸ ἡμῖνἡμεῖν ἐξ ἀλλήλων γεγονὸς θηλυκὸν παιδίον, ᾧ ὄνομα Θαμούνιον· προέτρεφες δὲ σὺ ἡ Σαραεῦς ἐπʼ ἐνιαυτὸν ἕνα ἰδίῳ σου γάλακτι τοῦτο θυγάτριον μέχρι νῦν. ἀφʼ ἧς δὲ ἐὰν ἡμέρας ἀπαλλαγῶμεν ἀπʼ ἀλλήλων ἐγὼ μὲν καὶ ἡ Δημητροῦς, ἀφʼ οὗ μηνὸς ἐὰν μὴ ἀποδῶ σοι ἡ Δημητροῦς τὰ τροφεῖα, πληρώσω ἐγὼ μόνος ὁ Τρύφων ἐκ τοῦ ἰδίου ἐκ πλήρους τὸν τοῦ θυγατρίου ὑπὲρ γαλακτοτροφίας ἀπότακτον μισθόν, πυροῦ ἥμισυ χοίνικος καὶ ἐλαίου κοτύλας δύο κατὰ μῆνα· καὶ ἐπάναγκον ὁμολογῶ ἀποδώσειν σοι χαλκοῦ δραχμὰς κατὰ μῆνα εἰς μῆνας δέκα δύο , γαλακτοτροφούσης σου τὸ θυγάτριον εἰς ἄλλον ἐνιαυτὸν ἕνα δραχμὰς δύο ἐὰν δὲ μὴ ἀφʼ οὗ μηνὸς ἐὰν κοιλάνω, ἐκτείσω σοι τὰ βλάβη καὶ δαπανήματα διπλᾶ, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. μὴ λιπούσης σου ἐντὸς διετείας τὴν τροφείαν, χορηγοῦντος δέ μου ἕκαστον μῆνα τὸν τοῦ δευτέρου ἐνιαυτοῦ συνπεφωνημένον μισθὸν ζεη πρὸς τὴν Δημητροῦν. κυρία ἡ συγγραφὴ πανταχῆ ἐπιφερομένη καὶ παντὶ τῷ ἐπιφέροντι. ΤρύφωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.