no image
DDbDP-text
Engagement de nourrice via HGV-meta
Linked by Trismegistos ID
TM 23022.
Each record below describes this same ancient text from a different angle.
ἔτους δωδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ, Παχὼν κϛ, ἐν Ὀξυρύγχων πόλει τῆς Θη βαίδος. ὁμολογεῖ Τασεῦς Πετεεῦτος ΠερσίνηΠερσεινηι μετὰ κυρίου καὶ ἐγγύου πάντων τῶν κατὰ τὴν συγγραφὴν ταύτην εἰς ἔκτισιν τοῦ ἑαυτῆς ἀνδρὸς Πετσείριος τοῦ Ὥρου Πέρσου τῆς ἐπιγονῆς, ἀμφότεροι τῶν ἀπὸ Τανάιως τῆς μέσης τοπαρχίας, Παάπει Φ.νᾶτοςΦλιᾶτος ἐν ἀγυιᾷ παρειληφέναι παρʼ αὐτοῦ ἔτι ἀπὸ ἑπτακαιδεκάτης τοῦ ἐνεστῶτος μηνὸς Παχὼν ὃ ἀνῄρηταιἀνείρηται ἀπὸ κοπρίας εἰς δουλείαν θηλυκὸν σωμάτιον ὧι ἐπέθηκεν ὄνομα Θερμουθάριον ὥστε τὴν ὁμολογοῦσαν τοῦτο θρέψαι καὶ θηλάσαι τῶι ἰδίωι αὐτῆς γάλακτι, ἔτι δὲ καὶ τιθηνῆσαι ἐπὶ χρόνονχρον ἔτη δύο ἀπὸ τῆς αὐτῆς ἑπτακαιδεκάτης τοῦ Παχὼν, ἀντὶ τῶν ἑσταμένων χορη γήσασθαι ὑπὸ τοῦ Παάπιος εἴς τεεἰς τροφεῖα καὶ ἱματισμὸνεἱματισμὸν καὶ τὴν ἄλλην τὴν ὑπὲρ τοῦ σωματίου δαπάνην πᾶσαν κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑξήκοντα , καὶ δὴ αὐτόθεν ἀπέχειν τὴν ὁμολογοῦσαν καὶ τὸν ἄνδρα καὶ ἔγγυον Πετσεῖρινἡ ὁμολογοῦσα καὶ ὁ ἀνὴρ καὶ ἔγγυοις Πετσεῖρις παρὰ τοῦ Παάπιος τὰς τοῦ ὑπὲρ τοῦ πρώτου ἐνιαυτοῦ ἀργυρίου ἑξήκονταἑξηκον ἐκ πλή ρους διὰ χειρὸς ἐξ οἴκου· τούτου δὲ πληρωθέντος εἰς ἅπαξ ἀποδώσει αὐτῆι ὁ Παᾶπις τοῦ ἄλλου ἐνιαυτοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα , ἐπὶ δὲ τὸν αὐτὸν διετῆδιετηι χρόνον χορηγήσειχορηγήσηι αὐτῆι κατὰ μῆνα ἐλαίου κοτύλας δύο . ἐπάναγκον οὖν τὴν ὁμολογοῦσαν τὴν πᾶσαν προστασίανπροστασιν καὶ ἐπιμέλειαν ποιήσασθαιποήσασθαι τούτου, ὡς αὐτῆι ἐπιβάλλει, καὶ μὴ ἀνδροκοιτεῖν πρὸς τὸ μὴ διαφθαρῆναι τὸ γάλα μηδὲ ἐπικυεῖν μηδὲ ἕτερον σωμάτιον παραθηλάζειν μηδὲ καὶ παραδότωπαραδότωι τῶι Παάπει τὸ σωμάτιον προεστατημέ νον, ὡς αὐτῆι ἐπιβάλλει. ἐὰν μένμη τι πάθῃ ἀνθρώπινον, ὃ καὶ συνφανὲς γένηται, ἡ ὁμολογοῦσα ἀνέγκλητος ἔστωἔστωι, καὶ ἐὰν μὲν αἱρῆται ὁ ΠαᾶπιςΠᾶπις ἕτερον αὐτῆι ἐγχειρεῖνἐγχειρει σωμάτιον, καὶ τοῦτο θρέψει ἐπὶ τὸν ἐνλείψοντα χρόνον ἐπὶ τοῖς προκειμένοις, ἐὰν δὲ μὴ βούληται τοῦτο ποιῆσαιποῆσαι, ἀποδώσει αὐτῶι, ὃ ἐὰν φανῆι ὀφείλουσα πρὸς ὃν οὐδέπωοὐδέπωι τετρόφευκεν χρόνον. ἐὰν δὲ παρασυγγραφοῦσαπαρασυνγραφουντες μὴ ποιῇ καθὰ γέγραπται, ἀποτισάτωἀποτεισάτωι τῶι Παάπει, ὅτι εἴληφεν ἢ καὶ ἕξει παρʼ αὐτοῦ ἀργύριον μεθʼ ἡμιολίας καὶ τὸ βλάβος καὶκὰ ἐπίτιμονἐπιτειμο ἄλλας ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ ἡ πρᾶξις ἔστωἔστωι Παάπει ἔκ τε τῶν προγεγραμμένων καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. κυρία ἡ συγγραφήσυνγραφηι. Τασεῦς Πετεεῦτος τέθειμαι τὴν ὁμολογίαν καὶ ἐκθρέψωἐκθρέψωι τὸ δουλικὸν σωμάτιον Θερμουθάριον ἐπὶ τὰ δύο ἔτηἔτηι καὶ ἔχωἔχωι ἀπὸ τῶν τροφείων τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ τὰ ἄλλα ποιήσωποιήσωι, καθότι πρόκειται. Πετσεῖρις Ὥρου ἐπιγέγραμμαι τῆς γυναικὸς κύριος καὶ ἐνγυῶμαι εἰς ἔκτισινἔκτεισιν τὰ προκείμενα. Ἡρακλεί δης Θέωνος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Παᾶπις ΦνᾶτοςΦιλᾶτος εὐδοκῶεὐδοκῶι τοῖς προκειμένοις. μελίχρως στρογγυλοπρόσωπος οὐλὴ γόνατι ἀριστερῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.