no image
DDbDP-text
Pachtvertrag? Darlehen? via HGV-meta
Linked by Trismegistos ID
TM 2668.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Ἡρακλεοδώρου τοῦ Ἀπολλοφάνου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σαραπιάδος τῆς Ἀπολλωνίου κανήφορου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς Δημητρίου ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Περιτίου πέμπτηι καὶ εἰκάδι Μεσορὴ πέμπτηι καὶ εἰκάδι ἐν Ἡφαιστιάδι τοῦ Ἀρσινοΐτου νομοῦ. ἐδάνεισε Πτολεμαῖος Ἡφαιστίωνος αίωι Θραικὶ τῶν Κινέου αρούρωι πυρῶν ἀρτάβας δέκα καὶ ὀκτώ , ἀποδότω δὲ ὁ δεῖνα ταύτας τὰς δέκα καὶ ὀκτὼ ἀρτάβας τῶν πυρῶν ἐὰν δέ τι πραχθῆι ὁ αιος ὑπὲρ Πτολεμαίου εἰς τὰ ἐν τῶι τόπωι βασιλικὰ τοῦ ὀγδόου ἔτους, ὑπολογείτω ὁ δεῖνα ὁ γεωργὸς γῆς ἀρουρ Πτολεμαῖος παρὰ Π ος Πτολεμαίωι τ ἀπὸ τοῦ ὀγδόου ἔτους ἕως τοῦ ἔτους τὰς λοιπὰς ὀκτὼ ἀρτάβας τῶν πυρῶν μὴ ἐξεῖναι αὐτῶι τῆς μισθώσεως ἐκχωρεῖν ἐὰν δὲ μὴ ἀποδῶι καθὼς γέγραπται, ἐξέστω Πτολεμαίωι ἐάν τε βούληται πρᾶξαι αὐτόν. ἐάν τε αἱρῆται ἐπιγεωργεῖν τὴν αὐτὴν γῆν την ἀρουρῶν πέντε καὶ τὸ δωδέκατον μάρτυρες. Πτολεμαῖος Θρᾶιξ τῶν Κινέου τῆς δευτέρας ἱππαρχίας ως Ἰουδαῖος φυλακίτης ς ων Σπάρτακος ἈλεξάνδρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.