no image
DDbDP-text
Saatquittung eines Klerospächters via HGV-meta
Linked by Trismegistos ID
TM 2660.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους κϛ ἐφʼ ἱερέως Ταυρίνου τοῦ Ἀλεξάνδρου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελ φῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Ποσειδωνίου μηνὸς Χοιὰκ ἔχει Πτολεμαῖος Πκεται παρὰ Πετοσίριος τοῦ Ἀμάσιος τοῦ παρʼ Ἀπολλωνίδου τοῦ νομάρχου ἐκ τῆς ἄνω τοπαρχίας τὸ γραφὲν λῆμμα καὶ ἀν άλωμα σπέρμα εἰς τὸ κζ ἔτος τοῦ κλήρου ἱππικοῦ τῶν Σπαρτάκου αι πραμ η ἀράκου ι πυρῶν 𐅵 σῖτον καθαρὸν ἄδολον ἀπὸ πάντων μετρήσει δικαίαι μέτρωι τῶι πρὸς τὸ χαλκοῦν· ἀπομετρησάτω Πτολεμαῖος εἰς τὰ βασιλικὰ ἀπὸ Θωῦθ τοῦ κζ ἔτους τὸ σπέρμα ὃ εἴληφεν ἅμα τοῖς ἐκφορίοις ἐκἐγ νέων· ἐὰν δὲ μὴ μετρήσηι ἀποτεισά τω ἑκάστης ἀρτάβης δραχμὰς δ καὶ ἡ πρᾶξις πρὸς βασιλικά.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.