no image
DDbDP-text
ιη βασιλευόντων Κλεοπάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς καὶ Πτολεμαίου τοῦ Πτολεμαίου θεοῦ Ἐπιφανοῦς ἔτους τρίτου, ἐφʼ ἱερέως Φίλωνος τοῦ Κάστορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρωνκαὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ βασιλέως Πτολεμαίου Φιλομήτορος, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σιμαρίστης τῆς Εὐφράνορος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἑλένης τῆς Φιλοξένου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Περιτίου ὀκτωκαιδεκάτηι Μεσορὴ ὀκτωκαιδεκάτηι, ἐν Φιλαδελ φείαι τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν ὁ δεῖνα τοῦ δεῖνος τριακοντάρουρος Πτολεμαίωι Μακεδόνι τῶν Γαλέστου τρια κονταρούρωι ἀπὸ τοῦ ἑαυτοῦ κονταρουρικοῦ κλήρου τοῦ ὄντος υ ἀπὸ ἀπηλιώτου καὶ βορρᾶ ἀρούρας δέκα πέντε εἰς ἔτη τρία ἀπὸ τοῦ κατὰ τὸ τέταρτον ἔτος σπόρου, σπόρους τρεῖς , ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν ἓξ ἄσπερμον καὶ ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον πάσης φθορᾶς πλὴν τῆς ἐμβρόχου καὶ ἀβρόχου, ἥτις ἂν γένηται ἐν τῆι γῆι ταύτηι. τῆς δὲ ἀβρόχου γῆς γενομένης μὴ ἀποτινέτω Πτολεμαῖος τὸ ἔλλειμμα ἐξέστω μὲν Πτολεμαίωι διελθόντος τοῦ κατὰ τὴν μίσθωσιν χρόνου ἐκφορίων, τὰ δὲ προ τὸ ἐπὶ ποτισμὸν ὕδωρ παρέχ μὴ βρεχείσης τῆς γῆς α καθʼ ἕκαστον ἔτος πυρὸν καὶ ἐ πλὴν ἐλαικῶν βασιλικῶν φορτίων ἔτος ἀποτεισάτω ὑπολογησα ὀφθαλμοφανοῦςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.