no image
DDbDP-text
ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτει ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος Εὔπολις Ἀθηναῖος τῶν Φίλωνος ἰδιώτης Ἀλεξάν δρωι Κράτητος Κυρηναίωι τῆς ἐπιγονῆς καὶ Ὥρωι Ὀξυρυγχίτηι ἱεροδούλωι τῆς Θοήριος τὸ ἥμισυ τοῦ ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι αἵ εἰσιν ἄρουραι εἴκοσι καὶ δύο σὺν σπέρματι ἀκίνδυνον ἐκφορίου πυρῶν ἀρ ταβῶν ἑκατὸν τεσσαράκοντα ἕξ, δότω δʼ αὐτοῖς Εὔπολις σπέρμα εἰς ἑκάστην ἄρουραν πυροῦ ἀρτάβην μίαν ἐπὶ τῆς χρείαςχρέας. ἐὰν δέ τινα γῆν εὕρῃ Εὔπολις πλέω τῶν εἴκοσι καὶ δύο ἀρουρῶν ἐκἐ γεωμετρίας τοῦ αὐτοῦ μέρους, τασσέσθωσαν Εὐπόλει ἐκφόριον ἑκάστης ἀρούρης πυρῶν ἀρτάβας ὀκτὼ σὺν σπέρματι. τὰ δʼ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότωσαν Ἀλέ ξανδρος καὶ Ὧρος Εὐπόλει ἐνἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸντὸγ γενόμενον ἐν τῆι γῆι μέτρωι χόϊ τῶι Εὐπόλεως μετρήσει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν Εὐπόλει τιμὴνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.