no image
DDbDP-text
τοῦ ἡμε τέρου κλήρου ἀπολείποντος πρὸς τὸ ἔδαφος ἀρούρας ιδ καὶ τούτων πρασσομένων ἡμῶν τὰ ἐκφόρια συμβέβηκεν ἡμᾶς ἐξ υστερηκέναι καὶ τὰ ἴδια προστεθεικέναι καὶ ἐπιτρεχομένους περὶ τῆς ἐκδείαςἐγδέας ἀνα χωρῆσαι ἐπὶ τὸ ἐν Ὀξυρύγχων πόλει Σαρα πιεῖον. ἀξιοῦμεν οὖν σε μὴ περιιδεῖν ἡμᾶς διατεθλιμμένους κατὰ δύο τρόπους ἀλλὰ συντάξαι γράψαι ὧι ἂν κρίνῃς τὰ ἐκφόρια τῆς καταλελειμμένης ἀχρείας γῆς ἀγα γεῖν εἰς τὴν ἀξίαν καὶ ἐπεὶ οἱ προυπάρχοντες ἐλιποτάκτουν τὰ ἐκφόρια τῶν ιδ ἀρουρῶν τῶν ἀπολειπουσῶν πρὸς τὸ ἔδαφος ἐν ὑπολό γῳ προσδέξασθαι, ἵνα μὴ ἐπὶ πλέον βλάβην ἐχόντων ἡμῶν καὶ ἀναχωρῶμεν εἰς ἄλλους τόπους, εἰ δὲ μή γε ἄλλον κλῆρον ἡμῖνἡμεῖν ἐπιγράψαι, οὗ δυνησόμεθα προστάντες τῶι βασιλεῖ τὸ ἱκανὸν ποιεῖν. τούτων δὲ γενο μένων ἐσόμεθα ηὐεργετημένοι. εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.