no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 1517.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίωι διοικητῆι χαίρειν οἱ γεωργοὶ οἱ ἐκ τοῦ Ἡλιοπολίτου ἐκ κώμης τῆς Φιλαδέλφου τοῦ Ἀρσινοίτου νομοῦ ἐκ τῶν σῶν μυρίων ἀρουρῶν. σοῦ δόντος ἡμῖν ἀρούρας Α ἐκ τῶν μυρίων , καὶ ταύτας κατεργασαμένων καὶ σπειράντων ἀφείλετο ἡμῶν Δᾶμις ἀρούρας σ. ἡμῶν δʼ ἀντιλεγόντων ἀπήγαγεν τῶν πρεσβυτέρων τρεῖς ἕως ἠνάγκασεν ἀποστασίου γράψασθαι. καὶ βουλομένων δʼ ἡμῶν ἀφίστασθαι ἐκ τῶν χιλίων ἀρουρῶν καὶ ἀξιούντων αὐτὸν χορηγῆσαι ἡμῖν ἕως κατεργασάμενοι σπείρωμεν, οὐδʼ οὕτω ἠβούλετο, ἀλλὰ περιεῖδεν ἄσπορον γενομένην τὴντὴγ γῆν. ἔστιν δὲ καὶ ἄλλος γραμματεὺς Αἰγύπτιος τῶν πονηρῶν, ὃς οὐκ ἐᾶι τὴν πόλιν κατοικεῖν ἀλλʼ ἀποδιώκει τοὺς ἐκεῖ ὄντας. καὶ οὐκ ὀλίγα δὲ ἁμαρτήματά ἐστιν ἐν ταῖς μυρίαις ἀρούραις διὰ τὸ μὴ ὑπάρχειν ἄνθρωπον συνετὸν περὶ γεωργίαν. δεόμεθα οὖν σου, εἴ σοι δοκεῖ, εἰσκαλέσασθαίεἰσκαλεσθαί τινας ἡμῶν, καὶ εἰσακοῦσαι περὶ ὧν βουλόμεθά σοι ἀναγγεῖλαι. εἰκοσταῖοι γάρ ἐσμεν ἀφʼ οὗ ἐνδημοῦμεν. βουλομαι οὐ δυνάμεθα, ἀλλὰ ἐξανηλώκαμεν εἴ τι εἴχομεν ἐπιδημοῦντες. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.