no image
DDbDP-text
Memorandum via HGV-meta
Linked by Trismegistos ID
TM 1278.
Each record below describes this same ancient text from a different angle.
πλείω τῶν αὐτῶν διὰ τὸ μήτε τόπον ἔχειν ἐν ὧι πραγματευώμεθα μήτε χάρταις κεχορηγῆσθαι ἱκανῶς, ἀξιοῦμέν σε, ὅπως μὴ μακρὰν ὦμεν ἀπεσπασ μένοι ἀπὸ σοῦ διὰ τὴν σὴν ἄγνοιαν, πλίνθον τε συντά ξαι προσαγαγεῖν καὶ ξύλα καὶ κάλαμον, ὅπως οἰκημά τιον ἡμῖν οἰκοδομηθῇ ἐφήμερον οι εις μήτε ἡμεῖς καθυστερῶμέν τινοςτου τῶν χρησίμων συντε λέσαι τοὺς τε κεχειρικότας δυνώμεθα προσκαλούμενοι διαπυνθάνεσθαι περὶ ὧν ἂν βουλώμεθα καὶ μὴ τῶν βα σιλικῶν τι παρακούωμεν. καὶ τὰ δὲ λοιπὰ καλῶς ποι ήσεις χάρτας μεταπεμ ψάμενος ἡμῖν ρ, ὧν τὴν τιμὴν ἀνοίσομεν εἰς τὸν Ἀπολλωνίου λόγον. δοθέν των δʼ ἡμῖν τῶν χαρτῶν καὶ τοῦ τόπου δυνάμεθα οὐ μόνον τῶν χαρτῶν τὴν τιμὴν εἰσαγαγεῖν ἐκ τῶν ἐφελκομένων τῶν Ἀπολλωνίου λόγων. ἀρ γυρίου γάρ ἐστιν οὐκ ὀ λίγον πλῆθος, ὡσαύτως δὲ καὶ σίτου. ι δὲ σοὶ αὐτῶι οὐκ οἶμαι μέν σε ἀγνοεῖν, πλὴν φανε- ρόν σοι ποιήσομεν, ἐὰνἐὰμ βούλῃ ἡμῖν σαυτὸν ἐπιδοῦναι εἰς τὸ διευσχημονεῖν ἡμᾶς· ἔστι δὲ ὃ ἀξιοῦμέν σε τότε εἰς τοὺς ὑπογραφέαςὑπογραφεις ποι ῆσαι ἡμῖν, τρισίν , ἑνὶ μὲν δραχμὰς ε καὶ πυρῶν ἀρτάβην α 𐅵, τοῖς δὲ δυσὶ ἀνὰ δραχμὰς γ καὶ πυρῶν ἀρτάβην α 𐅵, ὃ γίνεται εἰς τὸν ἐνιαυτὸν δραχμαὶ ρκβ καὶ πυρῶν ἀρτάβαι νδ, καὶ ἡμῖν δὲ αὐτοῖς προσθεῖ ναι ἐπὶ τοῦ παρόντος, ἕως ἂν Ἀπολλωνίωι ἐντύχωμεν, σίτου μὲν κατὰ μῆνα πυρῶν ἀρτάβας γ, πρὸς δὲ τὸ ὀψώνιον δραχμὰς ι εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.