no image
DDbDP-text
Drafts of Letters from Eukles via HGV-meta
Linked by Trismegistos ID
TM 1801.
Each record below describes this same ancient text from a different angle.
μωδτην τρύγα υ ἀνὰ δραχμὴν α καὶ ανα εειναι Χρυσίππωι καὶ Νικάνορι τῶι πράκτο ρι τῶν κεραμέων καὶ Ἀμῶσις ὁ ἱερεὺς πρὸς τὴν τιμὴν τοῦ κεράμου ε καὶ τὴν πρᾶσιν τοῦ ὄξους ἣν ἐποιήσατοἐποήσατο ιοκτως ὅπως εἰδῆις. ἔρρωσο. ἔτους δ, Φαμενὼθ κϛ. Εὐκλῆς ι Ἀνόσιτι χαίρειν. πυνθανόμεθά σε τὸν λόγον τοῦ κεράμου τεθεῖσθαι εἰς τὸ λογιστήριον, οὐ προσανε νέγκαντα οὔτε τὴν γεγενημένην ἀγὴν διὰ τῶν ὀνηλάτων, τοῦ τε προσοφειλομένου ἐν τοῖς κεραμεῦ σιν ἀντὶ τῶν ϛ δραχμῶν τοῦ δεδομένουδυδομενου αὐτοῖς μισθοῦ τῶν ρ κεραμίων ἀναφέρειν δραχμὰς η καὶ ταῦτα ἡμῶν οὐ δυν αμένων παρʼ αὐτῶν κομίσασθαι οὐδὲ ἃ ὁμολογοῦσιν καὶ τὸν τῶν ὑικῶν δὲ ἱερείων λόγον ἕως τοῦ νῦν μὴ ἐπιδεδωκέναι δὲ εἰς τὸ λογιστήριον καὶ τὸ καθόλου δὲ ἐνάρχεσθαί σε κακοηθεύ εσθαι η εἴπερ οὖν τούτων τί ἐστι ἀληθὲς οὐ φαίνει αἴτιος ὢν σύ, ἀλλʼ ἐγὼ ἐμαυτῶι. οὐ μὴν ἀλλὰ περὶ μὲν τούτων γέγραφα Λυκόφρονι καὶ Ἀπολλωνίωι εἴ τινα διάφορα ἐξάγουσιν παρὰ τοὺς ὑπὸ σοῦ ἐπιδεδομένους λόγους γράψαι ἡμῖν ἤδη ὅπως παραγενόμενοι διακριθῶμεν πρὸς σέ. δίκαιον γάρ ἐστίν σε τὸν παραλογιζό μενον καὶ μὴ ἀναφέροντα ὀρθῶς τὰ γινόμενα διὰ τῶν λόγων ἀποτίνειν τὰ διάφορα, καὶ μὴ ἡμᾶς. εἰς μὲν γὰρ τὸ λοιπὸν πειρασόμεθα καίπερ πολλάκι ὑπὸ σοῦ βεβουκολημένοιηδικημενοι μεταθέμενοι φρένας βέλτιον βουλεύεσθαιβελτιονας σχεῖν. ἔρρωσο. Διονυσίωι. εὐχαριστήσεις ἡμῖν συναναγκάσας Ἄνοσιν τοὺς λόγους πάντας οὓς ἂν Ἀπολλώνιος ὁ παρʼ ἡμῶν γραμματεὺς ἐπιδῶι καὶ ἐκεῖνον τοὺς αὐτοὺς θέσθαι ὅπως ἐάν τινα διάφορα ἀναγραφῆι παραχρῆμα διακριθῶμεν πρὸς αὐτόν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.