no image
DDbDP-text
Zenodoros is Compelled to Pay for Mattocks Unreturned via HGV-meta
Linked by Trismegistos ID
TM 1803.
Each record below describes this same ancient text from a different angle.
ὑπόμνημα Ζηνοδώρου. ε νος τῶν παίδων τῶν πρότερον τῶν κατὰ Φιλαδέλφειαν πρὸς τῶι ταμιείωι μετὰ τοῦ βασιλικοῦ γραμματέως καὶ τοῦ κωμογραμματέως πρ σιδήρου καὶ τῶν λοιπῶν τῶν παρακομιζομένων εἰς Φιλαδέλφειαν συνέφη διαφωνῆσαι δικέλ λας ιε. Εὐκλῆς δέ με ὁ οἰκονόμος ἀναγκάζει ἀποκαταστῆσαι μόνον. ἐμοὶ δὲ προσοφείλεται μηνῶν ὀψώνιον τοῦ β ἔτους μηνῶν δ καὶ τοῦ γ ἔτους μηνῶν γ, γίνονται μῆνες ζ, ὡς τοῦ μηνὸς δραχμαὶ ε, γίνονται δραχμαὶ λε, καὶ ἱματισμὸςἱματισμον ἐτῶν γ, ὡς τοῦ ἐνιαυτοῦ δραχμαὶ κ, γίνονται δραχμαὶ ξ, γίνονται δραχμαὶ ϙε χωρὶς τῆς ἐλαιομετρίας. δέομαι οὖν σου ὅπως αἵ τε δίκελλαι, ἐπειδὴ μόνος πράσ σομαι, ἀποκατασταθῶσιν, αὐτός τε μὴ περι σπῶμαι ὑπὸ τοῦ πράκτορος, συντάξαι Ἑρμαφίλωι ἐπισκεψάμενον τὸ προσοφειλόμενον ὀψώνιον καὶ ἱματισμὸν ἀποδοθῆναι ὅπως πρὸς τὰ ταμι ευτικὰ μηθὲν διαφωνῆι. ἔστιν δὲ τὸ προσοφειλόμενον καθότι ἐπέδωκεν Ἀπολλώνιος ὁ γραμματεύς. ἀπὸ Μεχεὶρ ἕως Παχὼνς τοῦ β ἔτους ὀψώνιον χαλκοῦ δραχμαὶ κ καὶ ἐλαιομετρία μηνῶν δ κοτύλαι η ἀνὰ διώβολον β τετρώβολον καὶ τοῦ γ ἔτους ἀπὸ Ἁθὺρ ἕως Τῦβι, μηνῶν γ ὀψώνιον δραχμαὶ ιε καὶ ἐλαιομετρία κοτύλαι ϛ ἀνὰ διώβολον δραχμαὶ β καὶ ἱματισμὸς τοῦ β ἔτους χαλκοῦ δραχμαὶ κ καὶ τοῦ γ ἔτους ὡσαύτως χαλκοῦ δραχμαὶ κ. γίνονται δραχμαὶ οθ τετρώβολον. γίνεται κεφάλαιον μ ἀνὰ β, δραχμαὶ π. Ἀπολλωνίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.