no image
DDbDP-text
Eingabe von Priestern an einen Strategen wegen Amtsüberschreitung via HGV-meta
Linked by Trismegistos ID
TM 2520.
Each record below describes this same ancient text from a different angle.
Πτολεμαίωι Πύρρου τῶν πρώτων φίλων καὶ στρατηγῶι παρʼ Ἁρχύψιος καὶ Αρκαουσο καὶ τῶν μετόχων τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος ἱερέων Ἡρακλέους θεοῦ μεγίστου. παρενοχλούμενοιπαρενεχλούμενοι παρὰ τὸ καθῆκον ὑπὸ τῶν ἐκλαμβανόντων τὴν ζυτηρὰν τῆς αὐτῆς κώμης καὶ ἑτέρων ων, διʼ ἣν αἰτίαν καθʼ ὃν χρόνον ὁ βασιλεὺς καὶ ἡ βασίλισσα παρεγενήθησαν εἰς τὸν νομὸν ἐπεδώκαμεν ἔντευξιν περί τε τοῦ εἴδους τούτου καὶ ἑτέρων, εἰσλογισάμενοι τὰ πε φιλανθρωπημένα τοῖς ἱεροῖς ὑπʼ αὐτῶν καὶ τῶν προγόνων, ἣν καὶ παρεπιγραφῆναιπαρεπειγραφῆναι Σαραπίωνι τῶι γενομένωι στρατηγῶι καὶ κατʼ ἐκεῖνον μὲν τὸν καιρὸν ἀπαρενόχλητοι ἐγενήθημεν μέχρι τοῦ νῦν καὶ τὴν μὲν ἔντευξιν μηκέτι ἀποδοθῆναι τῶι Σαραπίωνι. νυνὶ οὖν Ὀννῶφρις ὁ ζυτο ἐπέριφενπεριγέγραφεν ἡμῖν ζύτους κεράμια ι οὐ καθηκόντως ὑπολαμβάνων δυνήσεσθαι διασεῖσαι ἡμᾶς. ἀξιοῦμεν ἐὰν φαίνηται συ ἐπεὶ καὶ οἱ βασιλεῖς προστετά χασι μὴ παρενοχλεῖν ἡμᾶς, ἐὰν φαίνηται, συντάξαι γράψαι Ἀπολλοδώρωι τῶι ἐπιστάτει μηδενὶμεθενὶ ἐπιτρέπειν παρενοχλεῖν ἡμᾶς. τούτου δὲ γενο μένου τευξόμεθα βοηθείας. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.