no image
DDbDP-text
Petition via HGV-meta
Linked by Trismegistos ID
TM 23322.
Each record below describes this same ancient text from a different angle.
Θέωνι βασιλικῶι γραμματεῖ παρὰ Πανετβέως τοῦ Ὥρου καὶ παρὰ Ἁρονδώτου τοῦ Ἁρονδώτου καὶ παρὰ Ψενοβάστιος τοῦ καὶ Βενιπις τῶν α τριῶν ἀπὸ Κεφαλῶν· ὑπαρχόντων ἡμῖν περὶ Ταφθῖριν ἑπταρουρικῶν κλήρων τριῶν ὑπὲρ ὧν τελοῦμεν τὰ καθήκοντα δημόσια καὶ τὰ συντελέ σματα πάντα ἀνεγκλήτως, ἐν δὲ τῶι τεταρτωι ἔτει βεβρεγμένου ἐξ ἑκάστου κλήρου ἡμίσους τετάρτου ὥστʼ εἶναι ἀναγεγραμμέναι α γ δ ἄρουαι β δ· Ζήνων ὁ τῶν τόπων τοπο συνδυασάμενος Αωτει τῶι ογραμματεῖ καὶ ἐπιβαλόντες ἐπὶ τὰς οἰκίας ἡμῶν ἐξεμετρήσαντο οται ὑπὲρ τῶν σημαινομένων ἀρουρῶν β δ ιβ 𐅵 ἐν ἀμελίαι καὶ λλαεων ἐν ἀναρχίαι· διὸ προήγμεθα τὴν ἐπί σε ποιήσασθαι καταφυγήν· αξιοῦμεν ἐὰν φαίνηταί σοιφαίνηταί μοι ὡς κομιούμεθακομιόμεθα πλείω ἀπῃτήμεθα τῶν καθηκόν των δημοσίων ἵνʼ ὦμεν τετευχότες τῆς σῆς ἀντιλήμψεως· εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.