no image
DDbDP-text
Petition to the Riparii via HGV-meta
Linked by Trismegistos ID
TM 22489.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων ΑὐγούστωνἈγούστων, Παῦνι ιδ. Αὐρηλίοις Σαρμάτῃ καὶ ΔιογένειΔιογένι ῥιπαρίοις Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Δωροθέου καὶ Παπνουθίου ἀμφοτέρωναμφοτεροι ἐκ πατρὸς Ἀφυγχίου ἀπὸ τῆς αὐτῆς πόλεως. πρὸ τούτου προετράπημεν ὑπὸ Εὐλογίου πολιτευομένου ὥστε χώραν βοηθοῦ ἀποπληρῶσαι ἐπὶ κώμης Τερύθεως καὶ διδόναι πᾶσαν προχρείαν τοῦ εὑρεῖν καὶ διδόναι εἰς τὰ ζητούμενα δημόσια παντοῖα ἄχρις ἂν τὴν ἀπαίτησιν τῆς προλεχθείσης κώμης ποιησώμεθα, καὶ δὴ πεισ θέντες ἐπὶ τούτοις αὐτῷ ἀμέμπτως τὴν χρείαν ἀπεπληρώσαμεν· ἐν δὲ τῷ μεταξὺμετοξὺ οὐδεμίαν προχρείαν παρέσχεν, ἀλλὰ ἡμᾶς παρέβα λεν τοῖς ἀπαιτηταῖς καὶ μετὰ ὕβρεων ἀπῃτήθημεν τὰ συντείνοντασυντίνοντα τῇ αὐτῇ κώμῃ. ἐπεὶἐπὶ τοίνυν ἀπὸ τῆς πολλῆς πενίας μηδὲν κεκτη μένοι κατὰ τὸ παντελὲς ἐδανεισάμεθαἐδανισάμεθα παρὰ δανειστῶνδανιστῶν ῥητὴν πο σότητα ἀργυρίων καὶ νομισματίων τῶντα καὶ δοθέντωνδοθεντα εἰς τὰ αὐτὰ δημόσια καὶ ὅτι οὐκ ἐπετράπημεν ὑπὸ τοῦ αὐτοῦ Εὐλογίου ἐκβῆναι εἰς τὴν προ ειρημένην κώμην ἀπὸ μηνὸς Τῦβι ἕως τοῦ παρόντος καὶ τόκους χορηγοῦμεν τοῖς δανεισταῖςδανισταῖς τοῖς εὐχρηστήσασιεὐχρηστήσασει ἡμῖν μὴ ἐπιτραπέντες τὴν ἀπαίτησιν ποιήσασθαι τῶν προχρησθέντων ὑφʼ ἡμῶν ἀλλὰ καὶ τὸν υἱὸν αὐτοῦ Σαραπίωνα καὶ Δωρόθεον βοηθὸν ἀπέστειλενἀπέστιλεν εἰς Τερῦ θιν ἀνθʼ ἡμῶν καὶ τὴν ἀπαίτησιν πεποίηνται, τούτου ἕνεκεν τὰ βιβλία ἐπιδιδόαμεν τῇ ὑμῶν ἐμμελείᾳἐμμελίᾳ ἀξιοῦντες μετασταλῆναι τοὺς δημο σίους τοὺς καὶ ὑπευθύνους ὄντας καὶ ἐπαναγκασθῆναι πάντα τὰ προχρησθέντα ὑφʼ ἡμῶν ἀποδοῦναι ἵνα καὶ ἡμεῖς δυνηθῶμεν τοῖς εὐχρηστήσασι ἡμῖν ἀποδοῦναι καὶ συνμεῖναι ἐπὶ τῆς ἰδίαςἰδείας καὶ μὴ ἐκ ταύτης τῆς ἀφορμῆς μετανάσται γενώμεθα τῆς πατρίδος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.