no image
DDbDP-text
Rückzahlung eines Darlehns, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18631.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Λουκίου Μακκίου Μελεάγρου καὶ παρὰ Ἡρώδου τοῦ Ἀπολλω νίου Ἀλθαιέως. συνχωρεῖ ὁ Λούκιος ἀπεσχηκέναι παρὰ τοῦ Ἡρώδου διὰ χειρὸς ἐξ οἴκου ἐπὶ περιλύσει καὶ τῆς γυναικὸς αὐτοῦ Ἑρμιόνης τῆς Διονυσίου ἃς ἐδάνεισεν αὐτῷ κατὰ συνχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῶι κα ἔτει Καίσαρος ο ἀργυρίου Πτολεμαικοῦ δραχμὰς πεντακοσίας καὶ τοὺς τούτων τόκους εἶναι μὲν ἄκυρον τὴν τοῦ δανείου συγχώρησιν, μὴ ἐπελεύσεσθαι δὲ τὸν Λούκιον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Ἡρώδην μήτε περὶ τοῦ δανείου καὶ τῶν τόκων μηδὲ περὶ ἄλλου μηδε νὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας ἢ ἐνέχεσθαι τῷ ὡρισμένωι προστίμωι χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα. ἀξιοῦμεν. ἔτους κϛ Καίσαρος Ἁθὺρ ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.