no image
DDbDP-text
Rückzahlung eines Darlehns, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18620.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Μάρκου Τιγελλίου Ἰαλύσου καὶ παρὰ Ἔρωτος τοῦ Διο δώρου τοῦ διαπεσταλμένου πρὸς τελείωσιν τῆσδε τῆς συγχωρήσεως ὑπὸ Καλάθου τοῦ καὶ Φιλήμονος τοῦ δώρου.τοῦ αὐτοῦ Διο δώρουτοῦ δώρου. συνχωρεῖ ὁ Μᾶρκος Τιγέλλιος Ἰάλυσος συν πεπεισμένος ὑπὸ τοῦ Ἔρωτος ἀπεσχηκέναι παρʼ αὐτοῦ διὰ τῆς Ἑρμίου τραπέζης ἐκ τοῦ τοῦ Καλάθου ὀνόματος ἀργυρίου Πτολεμαικοῦ δραχμὰς τετρακοσίας, ἅσπερ ἐδάνεισε τῶι Καλάθωι κατ συνχώρησιν διὰ τῆς τοῦ καταλογείου ἐφημερίδος ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἔτι δὲ καὶ πάντας τῶν ἑξῆς τοῦ χρόνου τόκους· εἶναι ἀκύρουςἄκυρον τὴν τοῦ δανείουδανη συνχώρησιν καὶ τὴν πρὸς αὐτὴν γεγονυῖαν διὰ τῆς αὐτῆς τραπέζης διαγραφήν, μὴ ἐπελεύσεσθαι τὸν Μᾶρκον Τιγέλλιον Ἰάλυσον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Κάλαθον τὸν καὶ Φιλήμονα μήτε περὶ τῶν αὐτῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ὀφειλήματος ἢ ἀπαιτήματος ἢ ἐγγράπτου ἢ ἀγράφου πράγματος καθόλου τῶν ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συγκεχωρημένα ἐνέχεσθαι αὐτὸν παραβαίνοντα τοῖς τε βλάβεσι καὶ τῷ ὡρισμένῳ προστίμῳ. ἔτους κ Καίσαρος κθSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.