no image
DDbDP-text
Darlehnsurkunde, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18623.
Each record below describes this same ancient text from a different angle.
κόλλημα Πρωτάρχωι παρὰ Φήλικος τοῦ Καίσαρος καὶ παρὰ Σαραπίωνος τοῦ Πετε συνχωρεῖ ὁ Σαραπίων ἔχεινἔχιν παρὰ τοῦ Φήλικος δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς τεσσεράκοντα ὀκτὼ ἄτοκον, ὃ καὶ ἀποδώσειν ἕως Μεσορὴ τριακάδος τοῦ ἐνεστῶτος εἰκοστοῦ ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως, ἢ εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδρά χμους, τῆς πράξεως γεινομένης τῶι Φήλικι ἔκ τε αὐτοῦ Σαραπίωνος καὶ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃἐπενοίκῃ πίστεωνπιστων πασῶν σκέπης πάσης. ἀξιοῦμεν. εὐτύχει. ἔτους κ Καίσαρος Φαρμοῦθι κα Φῆλιξ συνχωρῶ κατὰ τὰ προγεγραμμένα Ἀπε Σαραπίωνος γέγραφα πεται αὐτοῦ γράμματαγρόμματα μὴ εἰδότος. Σαραπίων συγχωρῶσυνχωρῶι κατὰ τὰ προ γεγραμμένα Πτολεμαῖος γέγραφα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ ἐπίστασθαι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.