no image
DDbDP-text
Verkauf eines Grundstücks (παραχώρησις), Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18573.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Σαραπίωνος τοῦ Διοδώρου Ἀλθαιέως καὶ παρὰ Πυλαιμένου τοῦ Ἀκράτου Καίσαρος παρόντος καὶ συνευδοκοῦντος τῇδε τῇ συνχωρήσει Γαίου Ἰουλίου Ἑρμίου τοῦ δεσπότου Ἀκράτου τοῦ Καίσαρος κεχρηματικότος δὲ Ἑρμίου τοῦ Πρίσκου. περὶ τῶν διεσ ταμένων συνχωρεῖ ὁ Πυλαιμένης εὐπειθὴς κατὰ πᾶν γεγονὼς ὑπὸ τοῦ Σαραπίωνος καὶ ἀπεσχηκὼς παρʼ αὐτοῦ διὰ χειρὸς ἐξ οἴκου τὸ ἑστα μένον παραχωρητικὸν παρακεχωρηκέναι αὐτῷ τοὺς ὑπάρχοντας αὐτῷ ἐν κώμῃ Ὑψηλῇ τοῦ Λυκοπολείτου τῆς Θηβαίδος ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους τόπους ἐν οἷς οἰκία καὶ βαλανεῖον δημόσιον πρότερον Διογένους τοῦ Ἰσιδώρου, ὧν γείτονες νότωι δρόμος τοῦ ἱεροῦ Χνούβεως θεοῦ μεγίστου βορρᾶι προβατιῶνες τοῦ Ἀμενώθου ἀπηλιώτηι ὕδρευμα λιβὶ κοινὴ εἴσοδος καὶ ἔξοδος τῶν τόπων, καὶ ἀπὸ τοῦ νῦν κρατεῖν καὶ κυριεύειν τὸν Σαραπίωνα τῶν παρακεχωρημένων αὐτῶι καὶ ἐμβατεύειν καὶ ἐποικοδομεῖν καὶ ἐγμισθοῦν καὶ ἑτέροις παραχωρεῖν καὶ χρῆσθαι καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ὃ ἐὰν βούληται, μηδεμίαν δʼ εἶναι ἔφοδον τῷ Πυλαιμένῃ μηδʼ ἄλλῳ ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Σαραπίωνα τὸν παρακεχωρημένον μηδʼ ἐπὶ μέρος αὐτῶν μηδʼ ἐπὶ τὰ ἐξ αὐτῶν περιγινόμενα ἀπὸ μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου κατὰ μηδένα τρόπον, ἐξακολουθεῖν δʼ αὐτῶι τὴν βεβαίωσιν διὰ παντὸς ἀπὸ πάντων καὶ ἀφιστάνειν τὸν ἐπελευσόμενον τοῖς ἰδίοις δαπανήμασιν, ὑπακοῦσαιυπαι δʼ αὐτὸν καὶ αἷς ἐὰν ἄλλαις προαιρῆται ὁ Σαραπίων περὶ τῶν αὐτῶν καὶ διὰ τῶν ἐπὶ τῶν τόπων ἀρχείων οἰκονομίαις μηδὲν ἕτερον λαβόντα τῶν δαπα νημάτων ὄντων πρὸς τὸν Σαραπίωνα, ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συν κεχωρημένα ἐκτίνειν αὐτὸν ὅ τε ὁ Πυλαιμένης εἴληφεν παραχωρητικὸν σὺν ἡ μιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς Α καὶ τὸ ὡρισμένον πρόστιμονπρόστειμον καθάπερ ἐκἐγ δίκης, ἀνακεκομίσθαι δὲ ὁ Σαραπίων παρὰ τοῦ Πυλαιμένου ἃς εἶχεν κατὰ τῶν προκειμένων ἀσφαλείας κατὰ μηδὲν μένουἐλαττουμένουκατὰ μηδὲν ενου τοῦκενου τοῦ Σαραπίωνος ἐν τῇ ἐπὶ τὸν Γάιον Ἑρμίαν ἐφόδωι ὑπέρ τε βεβαιώσεως οὗ παρακεχώρηκεν αα κατὰ τὴν συνχώρησιν χωρίου ἀρουρῶν δύο καὶ οὗ ὀφείλει αὐτῷ ἔτους κϛ Καίσαρος Μεχεὶρ κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.