no image
DDbDP-text
Sale of Part of a House via HGV-meta
Linked by Trismegistos ID
TM 31828.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀμμωνίῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίου Σαραπίωνος Θέωνος τοῦ Διογένους μη τρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως καὶ παρὰ Αὐ ρηλίων Μώρου Σαρᾶτος μητρὸς Σισόιτος καὶ Πενιέρακος ατου μητρὸς Τααρθώνιος ἀμφοτέρων ἀπὸ τῆς αὐ τῆς πόλεως, τῆς δὲ Πενιέρακος χωρὶς κυρίου χρημα τιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ. συγχωροῦσι ὅ τε Μῶρος καὶ ἡ Πενιέραξ πεπρακέναι τῷ Σαραπίωνι ἀπὸ τοῦ νῦν εἰςἰς τὸν ἀεὶ χρόνον τὸ ὑ πάρχον αὐτοῖς ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου δρόμου Θοήριδος ἥμισυ μέρος οἰκιδίουοἰκειδίου καὶ χρηστηρίων πάντων καὶ εἰσόδωνἰσόδων καὶ ἐξόδων, οὗ ὅλου γείτονες νότου Σαρᾶτος, βορρᾶ τοῦ ὠνουμένου καὶ τοῦ ἀδελ φοῦ αὐτοῦ, ἀπηλιώτου πρότερον Ἥρωνος καὶ μετό χων, λιβὸς δημοσία ῥύμη. τὰς δὲ συμπεφωνημέ νας ὑπὲρ τιμῆςτειμῆς τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ οἰ κιδίου καὶ χρηστηρίων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκον τα αὐτόθι ἀπέσχονἀπέσχεν ὅ τε Μῶρος καὶ ἡ Πενιέραξ παρὰ τοῦ ὠνουμένου διὰ χειρὸς ἐκ πλήρους. κρατεῖν οὖν καὶ κυριεύειν τὸν Σαραπίωνα σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτοῦ μεταλημψομένοις τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ οἰκιδίουοἰκειδίου καὶ χρηστηρίων πάντων καὶ ἐξουσίαν ἔχειν διοι κεῖν καὶ οἰκονομεῖν περὶ αὐτοῦ ᾧ ἐὰν αἱρῆ ται τρόπῳ ἀνεμποδίστως, καὶ μὴ ἐπελεύσεσθαι τόν τε Μῶρον καὶ τὴν Πενιέρακα μηδʼ ἄλλον ὑπὲρ αὐ τῶν μηδένα κατὰ μηδένα τρόπον καὶ τὸ προκείμε νον ἥμισυ μέρος παρέξεσθαι καθαρὸν ἀπό τε ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ὀφει λῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ ἀπὸ παν τὸς οὑτινοσοῦν ἄλλου. πάντα δὲ τὸν καθʼ ὁν δηποτοῦν τρόπον ἐπελευσόμενον ἢ ἐνποι ησόμενον τοῦ μέρους χάριν ἀποστήσεινἀποστήσιν αὐτοὺς παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι καθάπερ ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγενῆσθαι ἐπερώτησεν ὁ ὠνούμενος, ὡμολόγησαν οἱ ἀποδόμενοι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.