no image
DDbDP-text
Petition to a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 15754.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Σαραπίωνι στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Θεωνείνου τοῦ καὶ Σαραπίωνος ἀρχιερατεύσαντος καὶ Θέωνος ἀμφοτέρων ἐξηγητῶν βουλευτῶν τῆς Ὀξυρυγχιτῶν πόλεως. καὶ ἔτι περιόντος τοῦ πατρὸς τοῦ ἡμετέρου Σαρα πίωνος Σαραπίωνος ἐξηγητεύσαντος τῆς αὐτῆς πόλεως καὶ καθʼ ἑαυτὸν οἰκοῦντος ἕκαστος καὶ ἡμῶν ἐπὶ τῆς ἰδίας ἀνεχώρει οἰκίας, τελευ τήσαντος δὲ τούτου ἐπὶ κληρονόμοις ἡμῖνἡμεῖν τε καὶ ἑτέρῳ ἡμῶν ἀδελφῷ Ἀμμωνίῳ καθʼ ἃς ἔ λιπεν διαθήκας τὰς καὶ μετὰ τελευτὴν αὐτοῦ ἀνοιγεί σας γενόμενοι ἐν τοῖς τούτου πράγμασιν ἔγνω μεν ἀφαιρέσεις βιβλίων καὶ ἄλλων ων οὐκ ὀλίγων γεγενῆσθαι. περὶ ὧν ἀσφα λιζόμενοι ἐπιδίδομεν τὰ βιβλίδιαβιβλείδια πρὸς τὸ εἶναι αὐτὰ ἐν καταχωρισμῷ ἵνʼ εἰ πολυπρα γμονήσαντες καταλαβώμεθά τι μένῃ ἡμῖνἡμεῖν ὁ λόγος πρὸς τοὺς φανησομένους τὴν ἀφαίρε σιν πεποιῆσθαι. ἔτους ϛ Αυτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ ΠουπλίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.