no image
DDbDP-text
Pachtangebot via HGV-meta
Linked by Trismegistos ID
TM 16104.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν ΓρατιανοῦΦλαυίου Λέοντος τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Φλαυίου Ἐκυτίου τοῦ λαμπροτάτουτοῦ δηλωθησομένου Αὐρηλίῳ Κύρῳ Ἰσιδώρου ἀπὸ Ἑρμουπόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Πεῦτος Στεφάνου ἀπὸ κώμης Ψῶβ θον Χεναρσιήσεως τοῦ αὐτοῦ Ἑρμουπολίτου νομοῦ. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρά σου πρὸς μόνον τὸν καρπὸν τῆς πέμπτης νέας ἰνδικτίονος τὸ ὑπάρχον σοὶ περὶ τὴν αὐτὴν κώμην τρίτον μέρος γῆς ἰδιωτικῆς ὧν ἐὰν αἱρῶ μαι, φόρου ἀποτάκτου τοῦ πρὸς ἀλλήλους συμπεφωνη μένου πυροῦ ἀρταβῶν δεκαοκτώ, ὅνπερ σιτικὸν φόρον νέον καθαρὸν ἀποδώσω σοι καὶ μετρήσω σοι ἐν τῷ Ἐπεὶφ μηνὶ τῆς αὐτῆς πέμπτης ἰνδικτίονος μέτρῳ ἐν ᾧ καὶ μεμετρῆσθαι Ἀμφίωνος ἐφʼ ἁλώνων τῆς αὐτῆς κώμης ἀνυπερθέτως, τῶν δημοσίων τελεσμάτων ὄντων πρός σε vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.