no image
DDbDP-text
Darlehensvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16920.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἡρακλείδης Ἀχιλλέως τοῦ καὶ μητρὸς Θαήσιος ἀπʼ Ὀξυρύγχων πόλεως Αὐ ρηλίῳ υι ουμειου ἐξηγητ πομπαγωγοῦ βουλευτοῦ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐν χρήσει ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας κεφαλαίου, αἷς οὐδὲν προσῆκται, τόκου δραχμιαίου ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Παῦνι τοῦ ἐνεστῶτος β ἔτους· ἀποδώσω δέ σοι τὸ κεφάλαιον καὶ τοὺς συναχθησομένους τόκους ἕως τριακά δος Παχὼν τοῦ εἰσιόντος γ ἔτους χωρὶς πάσης ὑπερ θέσεως· εἰ δὲ μή, ἐκτείσω σοὶ μεθʼ ἡμιολίας τὸν τόκον τοῦ ὑπερπεσόντος χρόνου δραχμι αῖον, γεινομένης σοὶ τῆς πράξεως παρά τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν παντα χῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέ ροντι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γίνεσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι α. Αὐρήλιος Ἡρακλείδης Ἀχιλλέως ἔσχον παρὰ τοῦ Αὐρηλίου ἀργυρίου δραχμὰς χιλίαςχειλείας κεφαλαίου, τόκου δραχμιαίου, καὶ ἀπο δώσω τὸ δάνειον προθεσμίας ὡρισμένης καὶ ἐπερωτηθεὶς ὡμολόγησα καθὼς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.