no image
DDbDP-text
Quittung über vorausbezahlten Pachtzins via HGV-meta
Linked by Trismegistos ID
TM 2683.
Each record below describes this same ancient text from a different angle.
πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτο λεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτή ρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλο πατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σω σιβίου μηνὸς Ὑπερβερεταίου ἐν Θώλθει τΟῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Νόμος Μακεδὼν τριακοντάρουρος κληροῦ χος τῶν οὔπω ὑφʼ ἡγεμόνα ἔχειν παρὰ Ἀριστολόχου τοῦ Στρα τίου Θραικὸς τῆς ἐπιγονῆς πυρῶν ἀρτάβας ήκοντα εἰς τὰ ἐκφόρια τοῦ κλήρου αὑτοῦ τοῦ δεκάτου ἔτους κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τοῦ κλήρου τὴν κειμένην παρὰ συγγραφοφύλακι Πτολεμαίωι Βιθυνῶι ἑβδομηκονταρούρωι τῶν Νι κοδήμου. προσδεξάσθω δὲ Νόμος Ἀριστολόχωι τὸν σῖτον τοῦ τον εἰς τὰ ἐκφόρια τοῦ ἑνδεκάτου ἔτους. ἐὰν δὲ μὴ προσδέξη ται ἀλλʼ εἰσπραχθῇ Ἀριστόλοχος τὸν σῖτον τοῦτον ὑπὸ Νόμου ἢ ὑπʼ ἄλλου τινος καθʼ ὁντινοῦν τρόπον ἢ βασιλικόν τι κώλυμα γένηται τοῦ μὴ προσδεχθῆναι Ἀριστολόχωι τὸν σῖτον τοῦτον ὑπὲρ Νόμου, ἀποτεισάτω Νόμος Ἀριστολόχωι τιμὴν τῆς ἀρτάβης τῶν πυ ρῶν ἑκάστης ἢ ἐὰν εἰσπραχθῇ ἢ μὴ προσδεχθῇ αὐτῶι δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀριστολόχωι παρὰ Νόμου πράσσοντι κατὰ τὸ διάγραμ μα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες. Διοκλῆς Ἱππολύσου Κυρηναῖος τῆς ἐπιγονῆςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.