no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 2676.
Each record below describes this same ancient text from a different angle.
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλε ξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Αὐδναίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτει ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος Πύρρος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα Κλάδωι Βαρκαιεῖ τῆς ἐπιγονῆς καὶ Φαμοῦνις Παύμιος Ὀξυρυγχίτηι ποιμένι ὅλον τὸ ἀνάπυμα τὸ ἐν τῶι Ἑρμίου Μα κεδόνος τριακονταρούρου κλήρωι ἐκφορίου τὴν ἄρουραν ἑκάστην ὅσαι ἂν γένωνται ἐκ γεωμετρίας πυρῶν ἀρταβῶν ὀκτὼ σὺν σπέρματι ἀκίνδυνον πλὴν ἀβρόχου. δότω δʼ αὐτοῖς Πύρρος σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρέας. ἐὰν δέ τις γῆ ἄβροχος γένηται, προσδεχέσθω Πύρρος Κλάδωι καὶ Φαμοῦνι κατὰ λόγον τῶν ἐκφορίων τῆς ἀβρόχου γῆς γενομένης. τὰ δʼ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότωσαν Κλάδος καὶ Φαμοῦνις Πύρρωι ἐν μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸντὸγ γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς Θῶλθιν οὗ ἂν Πύρρος συντάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα, ἀπο τεισάτωσαν Πύρρωι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶντῶμ πυρῶν δραχμὰς δέκα vestiges σπέρματα ἐν Πύρρωι δραχμὰς δέκα . ἐὰν δέ τι πραχθῶσιν Κλάδος καὶ Φαμοῦνις ὑπολογείτωσαν εἰς τὰ ἐκφόρια καὶ ἡ πρᾶξις ἔστω Πύρρωι παρὰ Κλάδου καὶ Φαμούνιος πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Πύρρος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Πύρρος Κλάδωι καὶ Φαμοῦνι τὴν γῆν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν. ἐὰν δὲ μὴ βεβαιώσηι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Πύρρος Κλάδωι καὶ Φαμοῦνι ἐπίτιμον ἀργυρίου δραχμὰς ἐὰν μή τι βασιλικὸν κώ λυμα γένηται. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες. Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτο λεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Αὐδναίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτει ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος Πύρρος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα Κλάδωι Βαρ καιεῖ τῆς ἐπιγονῆς καὶ Φαμοῦνι Παύμιος Ὀξυρυγχίτηι ποιμένι ὅλον τὸ ἀνάπαυμα τὸ ἐν τῶι Ἑρμίου Μακεδόνος τριακονταρούρου κλήρωι σὺν σπέρματι ἀκίνδυνον πλὴν ἀβρόχου ἐκφορίου τὴν ἄρουραν ἑκάστην ὅσαι ἂν γένωνται ἐκ γεωμετρίας πυρῶν ἀρ ταβῶν ὀκτὼ , δότω δʼ αὐτοῖς Πύρρος σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτά βην μίαν ἐπὶ χρέας. ἐὰν δέ τις γῆ ἄβροχος γένηται, προσδεχέσθω Πύρρος Κλάδωι καὶ Φαμοῦνι κατὰ λόγον τῶν ἐκφορίων τῆς ἀβρόχου γῆς γενομένης. τὰ δʼ ἐκφό ρια τὰ συγγεγραμμένα ἀποδότωσαν Κλάδος καὶ Φαμοῦνις Πύρρωι ἐν μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.