no image
DDbDP-text
Linked by Trismegistos ID
TM 4550.
Each record below describes this same ancient text from a different angle.
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης Θεῶν Φιλοπατό ρων ἔτους τεσσαρεσκαιδεκάτουτεσσαροσκαιδεκάτου ἐφʼ ἱερέως Θέωνος τοῦ Ζηνοδότου Ἀλεξάνδρου καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Ἀθηνοδώρας τῆς Ἀθηνοδώ ρου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρτεμιδώρας τῆς Διογένους ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Ἀπελλαίου τηι ἐγ κώμηι Τακόνα τοῦ Ὀξυρυγχίτου νομοῦ· ἐμίσθωσεν Σῶσος τῶν Διονωσίου ἰδιώτης Πόλωνι νιακος Κυρηναίωι καὶ Φιλίππωι μωνος Κρητὶ καὶ Φιλοκράτει Ἀμύντου Κυρηναίωι καὶ Θεοφίλωι νορος Χαλκιδεῖ τοῖς τέσσαρσιν τῆς ἐπιγονῆς τῆς ἐκ τοῦ ἑαυτοῦ κλή ρου γῆς ἀναπεπαυμένης ἐν τῆι μέσηι σφραγῖδι ρ εἴκοσι δύο ἢ ὅσαι ἂν γένωνται ἐγ γεωμετρίας ἐκφορίου τὴν ἄρουραν ἑκά στην πυρῶν ἀρταβῶν δύο καὶ ἄλλην ἀγεώργητον γῆν ἀπὸ νότου τοῦ Χηγι ἀπὸ τοῦ Φρυνίχου πλευρισμοῦ ἐπὶ ς τῆς διώρυγος σχοι νία δύο καὶ ἀπὸ τοῦ Χηγι ἐπὶ ογον σχοινία ὀκτὼ ἐκφορίου ἑκάστην ἄρουραν πυρῶν ἀρτάβης μιᾶς ἐφʼ ὧι δώσει Σῶσος Πόλωνι καὶ τοῖς μετόχοις ἀπὸ τῆς πάσης γῆς ἄρουραν μίαν οὐ λαβὼν αὐτῆς ἐκφόριον οὐθὲν ἀπὸ μη νὸς Δύστρου τοῦ ἐν τῶι πεντεκαιδεκάτωι ἔτει εἰς ἐνιαυτὸν ἕνα τὸν τοῦ πεν τεκαιδεκάτου ἔτους σπόρον ἄνευ σπέρματος ἀκίνδυνον παντὸς κινδύ νου πλὴν ἀβρόχου τῆς δὲ γενομένης γῆς ἀβρόχου ἐν τῆι γῆι ταύτηι ὑπόλο γος ἔστω Σώσωι τὸ κατὰ λόγον τῆς γῆς εἰς τὰ προγεγραμμένα ἐκφόρια· βεβαιούτω δὲ Σῶσος Πόλωνι καὶ τοῖς μετόχοις καὶ τοῖς παρʼ αὐτῶν τὴν μεμισθωμένην αὐτοῖς γῆν καθς ε vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.