no image
DDbDP-text
Quittung über vorausbezahlten Pachtzins via HGV-meta
Linked by Trismegistos ID
TM 2800.
Each record below describes this same ancient text from a different angle.
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργ ετῶν ἔτους ἑβδόμου ἐφʼ ἱερέως Ἀγαθοκλέους τοῦ Ἀγαθοκλέους Ἀλε ξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπα τόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλησοῦς τῆς Δημητρίου μη νὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Ζωπυ ρίων Θρᾶιξ τῶν Φίλωνος ἰδιώτης ἔχειν παρὰ Ἀριστολόχου τοῦ Στρα τίου Θραικὸς τῆς ἐπιγονῆς καὶ Στράτωνος Μακεδόνος τριακοντα ρούρου κληρούχου τῶν οὔπω ὑφʼ ἡγεμόνα πυρῶν ἀρτάβας ἑκατὸν πεν τήκοντα εἰς τὰ ἐκφόρια τοῦ κλήρου τοῦ ὀγδόου ἔτους κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τὴν κειμένην παρὰ συγγραφοφύλακι Καλικράτει Ἑσπερίτηι τῶν Φίλωνος ἰδιώτηι, καθʼ ἣν ἐμίσθωσεν Ζωπυρί ων Στρατίωι τῶι Ἀριστολόχου καὶ Στράτωνος πατρί. προσδε ξάσθω δὲ Ζωπυρίων Ἀριστολόχωι καὶ Στράτωνι τὸν σῖτον τοῦτον εἰς τὰ ἐκφόρια τοῦ ἐνάτου ἔτους. ἐὰν δὲ μὴ προσδέξηται, ἀλλʼ εἰσ πραχθῶσιν Ἀριστόλοχος καὶ Στράτων τὸν σῖτον τοῦτον ὑπὸ Ζωπυρίωνος καθʼ ὁντινοῦν τρόπον ἢ βασιλικόν τι κώλυμα γένη ται τοῦ μὴ προσδεχθῆναι Ἀριστολόχωι καὶ Στράτωνι τὸν σῖτον τοῦτον ὑπὲρ Ζωπυρίωνος, ἀποτεισάτω Ζωπυρίων Ἀριστολόχωι καὶ Στράτωνι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν ἢ ἐὰν εἰσ πραχθῶσιν ἢ μὴ προσδεχθῆι αὐτοῖς δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀριστολόχωι καὶ Στράτωνι παρὰ Ζωπυρίωνος πράσσου σι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρη ται. μάρτυρες.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.