no image
DDbDP-text
Quittung über vorausbezahlten Pachtzins via HGV-meta
Linked by Trismegistos ID
TM 2800.
Each record below describes this same ancient text from a different angle.
PHamb 2,189,r,int reprinted in BGU 10,1958 βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενί κης θεῶν Εὐεργετῶν ἔτους ἑβδόμου ἐφʼ ἱερέως Ἀγαθοκλέ ους τοῦ Ἀγάθοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσι νόης Φιλαδέλφου Φιλησοῦς τῆς Δημητρίου μηνὸς Περι τίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογεῖ Ζωπυρίων Ἀρείου τῶν Φίλωνος ἰδιώτης ἔχειν παρὰ Ἀριστολόχου τοῦ Στρατίου Θραικὸς τῆς ἐπιγονῆς καὶ Στράτωνος Μακεδό νος τριακονταρούρου κληρούχου τῶν οὔπω ὑφʼ ἡγεμόνα πυρῶν ἀρτάβας ἑκατὸν πεντήκοντα εἰς τὰ ἐκφόρια τοῦ κλήρου τοῦ ὀγδόου ἔτους κατὰ τὴν συγγραφὴν τῆς μισθώσε ως τὴν κειμένην παρὰ συγγραφοφύλακι Ζωπυρίωνος Ἀριστολόχου ΣτράτωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.