no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16112.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίου Θεοδωρίχου τοῦ λαμπροτάτου Θὼθ κδ, ἐννάτης ἰνδικτίονος. Αὐρηλίᾳ Εὐχαριστίᾳ Ἑρμογένους τῇ εὐγενεστάτῃ ἀπὸ τῆς Ἑρμοπολιτῶν παρὰ Αὐρηλίου Ἀντινόου Πέτρου βραδέως ὑπογράφοντος ἀρτοκόπου τὸ ἐπιτήδευμα ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας πρὸς μόνον ἐνιαυτὸν ἕνα καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης δεκάτης ἰνδικτίονος τὸ ὑπάρχον ἐπιβάλλον σοι τρίτον μέρος ἀρουρῶν ὅσων ἐστὶν διακειμένων ἐν τόπῳ καλουμένῳ Ταριξ ἐκ λιβὸς ς σὺν λάκκοις δυσὶν καὶ δεξαμεναῖς εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου ἑκάστης ἀρούρης γεωμετρίαςκαιωμετρίας φανησομένης σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν πέντε , ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως· ω δέ σοι καὶ τὸ ἐπιβάλ λον σοι τρίτον μέρος τῶν ὄντων ἐκεῖσε φυτῶν τουτέστιν ἀκανθεῶνἀγανθεῶν, ἐλαώνων καὶ φοινίκων, καὶ ωμ ὑπὲρ φόρου ἑκάστου φοίνικος θηλυικοῦ βαλλομένου καρπὸν ἀπὸ τριῶν θαλλουμένου ἀργυρίου τάλαντα χίλιαχείλια καὶ τρίτον μέρος ἀπὸ τοῦ καρποῦ τῶν ἐλαώνων, κατὰ κοινωνίαν τοῦ σοῦ ἀδελφοῦ Σαραποδώρου εἰς συμπλήρωσιν τῶν αὐτῶν ἀρουρῶν καὶ τῶν φυτῶν εἰς τὸ κατʼ αὐτὸν δίμοιρον μέρος· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀντίνοος Πέτρου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Σερου βουλευτὴς Ἑρμουπόλεως μαρ-τυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Δωαρίου διάκονος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Σαραπίωνος ἐγράφη vestiges μίσθωσις Ἀντινόου Πέτρου ἀρτοκόπου ἀπὸ τῆς ἙρμουπόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.