no image
DDbDP-text
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκράτορος Μαξιμιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β. Αὐρηλίῳ Ὡρίωνι Θέωνος συστάτῃ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυ ρυγχιτῶν πόλεως τοῦ ἐνεστῶτος ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους παρὰ Αὐρηλίας Ἑλένης Ὡρίωνος μητρὸς Θερμουθίου ἀπὸ τῆς αὐτῆς πόλεως χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ. βού λομαι πρώτως ἀναγραφῆναι ἐπὶ σταθμῷ ἀμφόδου Ποιμενι κῆς τὸν γεγονότα μοι ἐκ τοῦ γενομένου καὶ μετηλλαχότος μου ἀνδρὸς Αὐρηλίου Σιλβανοῦ Βησάμμωνος μητρὸς Ἴσιτος ἀπὸ τῆς αὐτῆς πόλεως υἱὸν Αὐρήλιον Ἄμμωνα δωδεκάδραχμον ἀπὸ γυμνασίου ὄντα πρὸς τὸ ἐνεστὸς ιγ ἔτος καὶ ιβ ἔτος καὶ ε ἔτος ἐτῶν ιγ· διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ἀξιοῦσα ταγῆναι αὐτὸν διὰ τῆς καταχωριζομένης ὑπὸ σοῦ γραφῆς ἀφηλίκων ἐν τῇ τῶν ὁμηλίκων τάξει ὡς καθήκει καὶ ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους ιγ καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ε τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Μεσορὴ ιβ. Αὐρηλία Ἑλένη ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον ὡς πρόκειται. Αὐρήλιος ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.