no image
DDbDP-text
Undertaking to Lease Land via HGV-meta
Linked by Trismegistos ID
TM 21622.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίᾳ Ἡρακλειδιαίνῃ ματρώνᾳ στολάτᾳ θυγα τρὶ Αὐρηλίου Ἡρακλείδου γενομένου βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέ ων παρὰ δι α ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ϛ ἔτος καὶ ε ἔτος ἐκ τῶν ὑπαρχόντων σοι ἐν περιχώ ματι Πέκτυ τοῦδε τοῦ νομοῦ ἐν κοίτῃ καλουμένῃ Ψενερῶτος ἀρούρας τριάκοντα τέσσαρας ἢ ὅσας ἐὰν ὦσι, ἐν αἷς πετρώδειςπετρώδις τόποι, φόρου ἀποτάκτου ἀργυρίου ταλάντωντάλαντα δύο καὶ δραχμῶνδραχμαι πεντακισχιλίωνπεντακισχειλιαι ἀκινδύνων παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲσαὶ τὴν γεοῦχονγεοῦσαν κυ ριεύουσανκυριευσαν τῶν καρπῶν ἕως τὰ ὀφειλόμεναὀφιλόμενα ἀπο λάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἀπο δώσω τὸν φόρον ἐν μησὶ τρισὶ κατὰ μῆνα πεντεκαιδεκάτῃπεντεκαιδεκατην, τῷ μὲν Τῦβι μηνὶ ἀργυρίουἀργυρίο τάλαντον ἓν καὶ τῷ ἑξῆς Μεχεὶρ ἕτερον τά λαντον ἓν καὶ τῷ Φαρμοῦθι τὰς λοιπὰς τοῦ φόρου δραχμὰς πεντακισχιλίαςπεντακισχειλίας ἀνυπερ θέτως, γεινομένης σοι τῆς πράξεως παρά τε ἐμου καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Γαΐου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Αὐρηλία Ἡρακλειδίαινα ἔσχον τού του τὸ ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.