no image
DDbDP-text
Lease of Land: Two Gymnasiarchs of Oxyrhynchus and Six Arouras Near Mermertha via HGV-meta
Linked by Trismegistos ID
TM 20890.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Σεουήρῳ γυμνασιάρχῳ βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτά της Ὀξυρυγχειτῶν πόλεως παρὰ Αὐρηλίου Ἡρακλείδου Πινδάρου μητρὸς Ταυσείριος ἀπὸ τὴς αὐτῆς λαμπρᾶς Ὀξυγχειτῶν πόλεως. ἑκου σίως ἐπιδέχομαι μισθώσθαι πρὸς μόνον τὸ ἐνεστὸς δ ἔτος ἀπὸ τῶν ὑπαρ χόντων σοι περὶ κώμην Μερμέρθα ἐκ τοῦ Ἀπολλωνίου Σπαρτάκου κλήρου ἃς ἐκυρώθης ἐκ τοῦ ταμιείου πρότερον Ὡρίωνος τοῦ καὶ Βερενικιανοῦ ἀρούρας ἓξ ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον ὥστε ταύτας σπεῖραι πυρῷ κριθῇ ἢ οἷς ἐὰν αἱρῶμαι, ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν εἴκοσι τεσσάρων , ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὸ ἐκφόριον ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδο χῆς ἀποδώσω τὸ ἐκφόριον τῷ Παῦνι μηνὶ ἐφʼ ἅλῳ κώμηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.