no image
DDbDP-text
Lease of Flax-Land via HGV-meta
Linked by Trismegistos ID
TM 20887.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίᾳ Ἡρακλειδιαίνῃ ματρώνᾳ στολάτᾳ θυγατρὶ Ἡρακλείδου γενομένου βουλευτοῦ τῆς λαμπροτάτης λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων παρὰ Αὐρηλίων Μέλανος Μέλανος μητρὸς Ἀθηνα ροῦτος καὶ Ζωιλίωνος Διονυσίου μητρὸς Σαραπιάδος ἀμφοτέρων ἀπʼ Ὀξυρύγχων πόλεως. ἑκουσίως ἐπι δεχόμεθα μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ιδ ἔτος ἀπὸ τῶν ὑπαρχουσῶν περὶ Ἀντιπέρα Πέλα ἐκ τοῦ Διονυσίου Σολέως κλήρου ἀρουρῶν εἴκοσι ἓξ καὶ ἐκ τοῦ Διοκλέους κλήρου ἀρουρῶν δέκα ὀγδό ουὀγδοοου δυοτριακοστοῦ οὐσῶν ὑπὸ μίαν ὄψιν τὰς ἀπὸ ὀρεινοῦὀρινοῦ βορεινοῦβορινοῦ λίβα ἐπʼ ἀπηλιώτην ἀρούρας εἴκοσι ἢ ὅσαι ἐὰν ὦσιὦσει ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον εἰς κατάθεσιν λινοκαλάμης φόρου κατ ἄρουραν ἐκ γεωμετρίας ἀργυρίου δραχμῶν τριακοσίων καὶ τῶν ὅλων στυππείουστιππίου καθαροῦ τρυφεροῦ ὁλκῆς ταλάντου ἑνὸς ἡμίσους ἐπὶ τῷ ἡμᾶς τοὺς μεμισθωμένους ἔχειν ἄνευ φόρου πρὸς συνβροχισμὸν τῆς λινοκαλάμης ἣν ἔχεις πε ρὶ τὴν αὐτὴν Ἀντιπέρα Πέλα πλησίον λάκκου Διογενίδος λίμνην οὖσαν ἐντὸς χαρύβδεως Πασινείκου ἀπὸ μηνὸς Παχών. ἀκίνδυνος ὁ φόρος παντὸς κινδύνου τῶν τῆς γῆς δη μοσίων ὄντων πρὸς σὲ τὴν γεοῦχον κυριεύ ουσαν τῶν καρπῶν ἕως τὰ ὀφειλόμενα ἀπο λάβῃς, βεβαιουμένης δὲ ἡμῖν τῆς ἐπιδοχῆς ἀποδώσομεν τὸν φόρον ταῖσδε ταῖς δόσεσι Τῦ βι ι δραχμὰς χιλίαςχειλίας καὶ ἀπὸ Παχὼν ἕως ἕως Μεσορὴ καὶ αὐτοῦ Μεσορὴ τοῦ ἐνεστῶ τος ιδ ἔτους τῶν μηνῶν ἑκάστου καὶ ὁμοίως ι τὸ αἱροῦν αὐτοῖς δ μέρος καὶ τὸ στυππεῖονστιππῖον τῷ αὐτῷ μηνὶ Μεσορὴ εὐάρεστον πλήρη τῇ ὁλ κῇ γεινομέηηςγεινομένης σοι τῆς πράξεως ἔκ τε ἡμῶν ἐξ ἀλλη λεγγύηςἀλλεγγύης καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖνἡμεῖν πάντων ἡ ἐπιδοχὴ κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσα μεν. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ α. Αὐρηλία Ἡρακλειδίαινα ἔσχον τούτου τὸ ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.