no image
DDbDP-text
Application for Lease via HGV-meta
Linked by Trismegistos ID
TM 15920.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α κληρονόμοις ως Οὐαλερίου διὰ Ματρίνου κηδεμόνος παρὰ Αὐρηλίων Λεωνίδου Θέωνος καὶ Ἁμμωνίου Κοπρέως ἀμφοτέρων ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως. ἑκουσίως ἐπιδεχόμεθα μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ιγ ἔτος ια ἔτος γ ἔτος ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς περὶ τὸ Ἰσῖον Παγγᾶ ἐν περιχώματι Νέσλα ἐκ γεωμετρίας ἀρού ρας πέντε οὔσας πρότερον Θωνίου Νέου καλουμένου εἰς σπορὰνεἰσπορὰν λινοκα λάμης καὶ τελέσειντελέσιν σοι ὑπὲρ φόρου ἑκάστης ἀρούρης ἀνὰ ἀργυρίου ταλάν ταταλαντων τρίατριων καὶ δραχμὰςδραχμῶν χιλίαςχιλιων ἀκίνδυνα πάντα παντὸς κινδύ νου τῶν τῆς γῆς δημοσίων καὶ ἀννωνῶν ὄντων πρὸς ὑμᾶς τοὺς γεούχους κυριεύοντας τῶν καρπῶν ἕως τὰ ὀφειλόμεναὀφιλόμενα ἀπολάβητε. βεβαιουμεης δὲ ἡμῖν τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσομενἀποδώσωμεν τὸν ἀργυρικὸν φόρον ἐν δυσὶ μησὶ Ἐπεὶφ καὶ τοῦ αὐτοῦ ἔτους ἀνυπερθέτως γινομένης ὑμῖν τῆς πράξεως παρά τε ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν ὡς καθήκεικαθήκι. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης Ἀθὺρ ιδ. Οὐαλέριος Ματρῖνος διʼ ἐμοῦ Διονυσίου ἔσχονἐχον τούτου τὸ ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.