no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Linked by Trismegistos ID
TM 12446.
Each record below describes this same ancient text from a different angle.
Πασιγένῃ Σαβείνου τοῦ καὶ Νίννου κοσμητῇ παρὰ Παώπεως καὶ Ὀρσέως ἀμφοτέρων ΚρονίωνοςΚρόνιονος τοῦ ὈρσενούφεωὈρσενουφεος ἀπὸ ΤεβτύνεωΤεβτυνεος. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντοςἰσιόντος ἐννεα καιδεκάτου ἔτους περὶ κώμην Θεογονίδα κλήρου ἀρούρας δέκα τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐν β σφραγῖσι· τὸ μὲν α καὶ γ ἔτος εἰς σπορὰν ἀρούρας μὲν πέντε εἰς σππορὰν πυροῦ, τὰς δὲ λοιπὰς ἀρούρας η χόρτου καταβρώματος προβάτων, ἐκφορίου ἐπὶ τὴν διετίαν κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπέρμασι πυροῦ ἀρτάβαις ε τοῦ παντὸς πυροῦ ἀρταβῶν ξ καὶ φόρου δραχμῶν ρξ· τὸ δὲ β καὶ δ ἔτος ἀρούρας μὲν η εἰς σππορὰν πυροῦ, τὰς δὲ λοιπὰς ἀρούρας ε χόρτου κοπῆςκωπῆς, ἐκφορίου σὺν αἷς λημψόμεθα σπέρμασι πυροῦ ἀρτάβαις η τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν ϙϛ καὶ φόρου δραχμῶν ρ καὶ θαλλοῦ ἐπὶ τὴν τετραετίαν κατʼ ἔτοος ἀλέκτορος α δραχμῶν δ, πάντων μέτρῳ ἑξαχοινίκῳ ἰδίῳ σου, ἀνυπολόγων καὶ ἀκινδύνων, πρὸς ἡμᾶς ὄντων δημοσίων φορφολέτρων, τῆς παραγωγῆς τῶν ἐκφορίων πρὸς σέ· καὶ μετὰ τὸν χρόνον παραδώσομενπαραδόσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ ἀγρώστεωἀγρωστεος δείσηςδίσης πάσης πλὴν θρύου καλάμου. ἔτους ιη Ἀντωνίνου τῶν ἐπαγομένων β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.