no image
DDbDP-text
Letter to Flavianus via HGV-meta
Linked by Trismegistos ID
TM 33344.
Each record below describes this same ancient text from a different angle.
τῷ κυρίῳ μου Φλαβιανῶι Δημήτριος χαίρειν. ὡς ἐν ἄλλοις πλείστοις νῦν ἔτι μᾶλλον ἡ πρὸς σὲ τοῦ δεσπότου θεοῦ γνῶσις ἀνεφάνη ἅπασιν ἡμῖν ἐν τῷ τὴνὥστε τὴν κυρίαν ἀνασφῆλαι ἐκ τῆς καταλαβούσης αὐτὴν νόσου, καὶ εἴη διὰ παντὸς ἡμᾶς χάριτας ὁμο λογοῦντας διατελεῖν ὅτι ἡμῖν ἵλεως ἐγένετο καὶ ταῖς εὐχαῖς ἡμῶν ἐπένευσεν διασώσας ἡμῖν τὴν ἡμῶν κυρίαν· ἐν γὰρ αὐτῇ πάντες τὰς ἐλπίδας ἔχομεν. συνγνώμην δέ, κύριέ μου, σχοίης μοι καὶ εὔνους ἀποδέξει με εἰ καὶ ἐς τηλικαύτην σε ἀγωνίαν ἄκων ἐνέβαλον γράψας περὶ αὐτῆς ὅσα ἔπαθενἐκομίσω. τὰ μὲν γὰρ πρῶτα ἐν θλίψει αὐτῆς πολλῇ οὔσης οὐκ ὢν ἐν ἐμαυτῷ ἀπέστειλα Πλούταρχονσπουδάζων εἴ πως ἐκ παντὸς τρόπου δυνηθείης πρὸς ἡμᾶς ἀφικέσθαι, τοῦτο τοῦ καθήκοντος ἀπαιτοῦντος· ὡς δὲ ἐπὶ τὸ ῥᾷον ἔδοξεν τετράφθαι ἕτερά σε γράμματα ἐπικαταλαβεῖν ἐσπούδασα διὰ Εὐφροσύνου ἵνα σε εὐθυμότερον καταστήσω. νὴ γὰρ τὴν σὴν σωτηρίαν, κύριέ μου, ἧς μάλιστά μοι μέλει, εἰ μὴ ἐπινόσως ἐσχήκει τὸ σωμάτιον τότε ὁ υἱὸς Ἀθανάσιος αὐτὸν ἂν ἀπέστειλα πρὸς σὲ ἅμα Πλουτάρχῳ ἡνίκα ἐβαρεῖτο τῇ νόσῳ. νῦν δὲ πῶς πλείοναπλίονα γράψω περὶ αὐτῆς ἀπορῶ, ἔδοξεν μὲν γὰρ ὡς προεῖπον ἀνεκτότερον ἐσχηκέναι ἀνακαθεσθεῖ σα, νοσηλότερον δὲ ὅμως τὸ σωμάτιον ἔχει. παρα μυθούμεθα δὲ αὐτὴν ἑκάστης ὥρας ἐκδεχόμε νοι τὴν σὴν ἄφιξιν. ἐρρῶσθαί σε, κύριέ μου, διὰ παντὸς τῷ τῶν ὅλων δεσπότῃ εὔχομαι. Φαρμοῦθι ϛ. Φλαβιανῶι Δημήτριος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.